Ancient Greek · ~3 min
Section 41
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 41
Not analysed yet
Ὅτε δὲ ἦλθεν ἐγγὺς τῶν πυλῶν τῆς πόλεως, κατῆλθεν ἀπ᾽ αὐτοῦ λέγων· Ἄπελθε καὶ διαφυλάχθητι ὅπου ἦς. Εὐθέως δὲ ὁ πῶλος πεσὼν εἰς τὸ ἔδαφος παρὰ τοὺς πόδας τοῦ ἀποστόλου ἀπέθανεν. πάντες δὲ οἱ παρόντες ἠθύμησαν λέγοντες τῷ ἀποστόλῳ· Ζωοποίησον αὐτὸν καὶ ἀνέγειρον. Ὃ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἐγὼ μὲν ἠδυνάμην ἐγεῖραι αὐτὸν διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ· ἀλλὰ πάντως τοῦτο συμφέρει· ὁ γὰρ αὐτῷ δοὺς λόγον ἵνα λαλήσῃ ἠδύνατο αὐτὸν ποιῆσαι μηδὲ ἀποθανεῖν· οὐκ ἐγείρω δὲ αὐτὸν οὐχ ὡς μὴ δυνάμενος, ἀλλ᾽ ὅτι τοῦτό ἐστιν τὸ συμβαλλόμενον αὐτῷ καὶ συμφέρον. Τοῖς δὲ παροῦσιν παρεκελεύσατο ὀρύξαι σκάμμα καὶ θάψαι αὐτοῦ τὸ σῶμα· καὶ ἐποίησαν ὡς ἐκέλευσεν.