Ancient Greek · ~2 min
Πρᾶξις η´ περὶ τῶν ὀνάγρων.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις η´ περὶ τῶν ὀνάγρων.
Not analysed yet
Ἐξῆλθεν οὖν ὁ ἀπόστολος ἀπιέναι κατὰ τὴν ὁδόν· καὶ πάντες δακρύοντες προέπεμπον αὐτὸν ἐνορκίζοντες αὐτὸν μνήμην αὐτῶν ἔχειν ἐν ταῖς δεήσεσιν αὐτοῦ καὶ μὴ ἐπιλανθάνειν αὐτῶν. ἀνελθὼν οὖν καὶ καθεσθεὶς ἐπὶ τοῦ ὀχήματος, πάντων τῶν ἀδελφῶν ἀπολειφθέντων, προσελθὼν ὁ στρατηλάτης διήγειρεν τὸν ἡνίοχον λέγων· Ἐγὼ δέομαι καὶ εὔχομαι ἄξιος γενέσθαι ὑπὸ τοὺς πόδας αὐτοῦ καθεσθῆναι, καὶ γενήσομαι αὐτοῦ ἡνίοχος κατὰ τὴν ὁδὸν ταύτην, ἵνα καὶ αὐτὸς γένηταί μου παραπομπὸς εἰς ἐκείνην τὴν ὁδὸν δι᾽ ἧς ὀλίγοι πορεύονται.