Ancient Greek · ~3 min
Section 67
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 67
Not analysed yet
Καὶ συνευξάμενος αὐτοῖς, πολλὴν ὥραν παραμείνας τῇ εὐχῇ καὶ τῇ δεήσει, παραθέμενος αὐτοὺς τῷ κυρίῳ εἶπεν· Κύριε ὁ δεσπόζων πάσης ψυχῆς τῆς ἐν σώματι οὔσης· κύριε πάτερ τῶν ψυχῶν τῶν εἰς σὲ τὰς ἐλπίδας ἐχουσῶν καὶ προσδεχομένων τὰ ἐλέη σου· ὁ λυτρούμενος ἀπὸ τῆς πλάνης τοὺς ἰδίους ἀνθρώπους καὶ ἐλευθερῶν ἀπὸ τῆς δουλείας καὶ φθορᾶς τοὺς ὑπηκόους καὶ ἐρχομένους εἰς τὸ καταφύγιόν σου· σὺ γενοῦ ἐν τῇ ποίμνῃ τοῦ Ξενοφῶντος, καὶ ἀλείψας αὐτὴν ἐλαίῳ ἁγίῳ θεράπευσον ἀπὸ τῶν ἑλκῶν καὶ διατήρησον αὐτὴνἀπὸ τῶν λύκων τῶν διαρπαζόντων. Καὶ ἐπιθεὶς αὐτοῖς τὴν χεῖρα εἶπεν· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ εἰρήνη τοῦ κυρίου καὶ ἡμῖν συνοδεύσει.