Ancient Greek · ~3 min
Section 69
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 69
Not analysed yet
Ὁδευσάντων οὖν αὐτῶν ὡσεὶ μίλια δύο ἐδεήθη ὁ ἀπόστολος τοῦ στρατηλάτου, καὶ ἀναστήσας αὐτὸν συγκαθεσθῆναι ἐποίησεν αὐτῷ, ἐπιτρέψας τῷ ἡνιόχῳ εἰς τὸν ἴδιον τόπον καθεσθῆναι. ἡνίκα δὲ ἀπῄεσαν κατὰ τὴν ὁδόν, συνέβη ἐκ τοῦ πολλοῦ καύσωνος κεκοπιακέναι τὰ ὑποζύγια καὶ μὴ δυνάμενα ὅλως σαλευθῆναι. ὁ δὲ στρατηλάτης περίλυπος γενόμενος πάνυ ἠθύμει, ἐνθυμούμενος τοῖς ἰδίοις ποσὶν δρόμῳ χρήσασθαικαὶ ἕτερα ὑποζύγια ἀγαγεῖν πρὸς τὴν τοῦ ὀχήματος χρείαν· ὁ δὲ ἀπόστολος εἶπεν· Μὴ ταρασσέσθω σου ἡ καρδία μηδὲ δειλιάτω, ἀλλὰ πίστευσον εἰς Ἰησοῦν Χριστὸν ὃν κατήγγειλά σοι, καὶ θαυμάσια ὄψει μεγάλα. Ἀπιδὼν δὲ εἶδεν ἀγέλην ὀνάγρων νεμομένην παρὰ τὴν ὁδόν· καὶ εἶπεν τῷ στρατηλάτῃ· Εἰ ἐπίστευσας εἰς Χριστὸν Ἰησοῦν, πορευθεὶς εἰς τὴν ἀγέλην ἐκείνην τῶν ὀνάγρων εἰπέ· λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ Χριστοῦ τοῦ νέου θεοῦ· ᾽Ελθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν ἂν χρείαν ἔχωμεν.