Ancient Greek
Πρᾶξις ι´ ὅτε Μυγδονία λαμβάνει τὸ βάπτισμα.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ι´ ὅτε Μυγδονία λαμβάνει τὸ βάπτισμα.
Not analysed yet
Διανοουμένης δὲ ταῦτα τῆς Μυγδονίας καθ᾽ ἑαυτὴν Ἰούδας εἰσελθὼν ἐπέστη αὐτῇ· ὃν ἰδοῦσα ἐφοβήθη καὶ πεσοῦσα ὑπὸ φόβου ἐξέθανεν· αὐτὸς δὲ παραστὰς καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος ἔφη αὐτῇ· Μὴ φοβοῦ Μυγδονία· οὐκ ἐάσει σε Ἰησοῦς, οὐδὲ παρόψεταί σε ὁ κύριός σου ᾧ τὴν ἑαυτῆς ψυχὴν ἀνέθηκας. οὐκ ἐγκαταλείψει σε ἡ πολύσπλαγχνος αὐτοῦ ἀνάπαυσις· οὐκ ἐγκαταλείψει σε ὁ χρηστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστότητα καὶ ὁ ἀγαθὸς διὰ τὴν ἀγαθωσύνην. ἀνάστηθι τοίνυν ἀπὸ τῆς γῆς ὑπεράνω ταύτης ἅπασα γενομένη· ἴδε τὸ φῶς, ὅτι οὐκ ἐᾷ κύριος τοὺς ἀγαπῶντας αὐτὸν ἐν τῷ σκότει βαδίζειν. θέασαι τὸν συνοδοιπόρον τῶν αὐτοῦ δούλων, ὅτι αὐτὸς αὐτοῖς σύμμαχος ἐν κινδύνοις. Καὶ ἡ Μυγδονία ἀναστᾶσα προσεῖχεν αὐτῷ καὶ εἶπεν· Ποῦ ἀπῄεις κύριέ μου; καὶ τίς ὁ ἐξαγαγών σε ἐκ τοῦ δεσμωτηρίου καθορᾶν τὸν ἥλιον; Λέγει αὐτῇ Ἰούδας Θωμᾶς· Ὁ κύριός μου Ἰησοῦς δυνατώτερός ἐστιν πασῶν δυνάμεων καὶ βασιλέων καὶ ἀρχόντων.