Ancient Greek · ~5 min
Section 120
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 120
Not analysed yet
Καὶ ἡ Μυγδονία εἶπεν· Δός μοι τὴν σφραγῖδα Ἰησοῦ Χριστοῦ καὶ δέξομαι δωρεὰν παρὰ τῶν σῶν χειρῶν πρὶνἤ σε τοῦ βίου ἐξελθεῖν. Καὶ παραλαβοῦσα αὐτὸν εἰς τὴν αὐλὴν εἰσῆλθεν, καὶ ἐξύπνιζεν τὴν τροφὸν λέγουσα πρὸς αὐτήν· Μήτηρ ἐμὴ καὶ τροφὲ Μαρκίᾳ, πάσας τὰς πρός με ὡφελείας καὶ ἀναπαύσεις ἐκ παίδων ἕως τῆς νῦν ἡλικίας ματαίας εἰργάσω, καὶ χάριν σοι δι᾽ αὐτὰς ὀφείλω πρόσκαιρον. ποίησον δέ μοι καὶ νῦν χάριν, ἵνα διὰ παντὸς τὴν ἀμοιβὴν ἀπολάβῃς παρ᾽ ἐκείνου τοῦ τὰ μεγάλα χαριζομένου. Καὶ ἡ Μαρκία πρὸς τούτοις Τί θέλεις φησὶν θυγάτηρ μου Μυγδονία; καὶ τί σοι πρὸς ἡδονὴν ἔστιν γενέσθαι; τὰς δὲ τιμὰς ἃς πρότερα ἐπηγγείλω μοι οὐκ εἴασέν σε ὁ ξένος ἀγαγεῖν εἰς τέλος, καὶ ὄνειδός με ἐν παντὶ τῷ ἔθνει κατέστησας· καὶ νῦν τί ἄρα καινὸν ὅπερ μοι ἐπιτάσσεις; Καὶ ἡ Μυγδονία λέγει· Γενοῦ μοι κοινωνὸς τῆς αἰωνίου ζωῆς, ἵνα δέξωμαι παρὰ σοῦ τροφὴν τελείαν. ἄρτον μοι ἀνελομένη κόμισον καὶ ὕδατος κρασίν, τῆς ἐλευθερίας μου φειδομένη. Ἡ δὲ τροφὸς ἔφη· Ἐγὼ κομίσω ἄρτους πολλοὺς καὶ ἀντὶ ὕδατος μετρητὰς οἴνου. καὶ τὴν ἐπιθυμίαν σου πληρῶ. Ἣ δὲ λέγει πρὸς τὴν τροφόν· Μετρητῶν οὐ δέομαι, οὐδ᾽ αὐτῶν τῶν πολλῶν ἄρτων. τοῦτο δὲ μόνον, κρασὶν ὕδατος καὶ ἕνα ἄρτον καὶ ἔλαιον κόμισον.