Ancient Greek · ~2 min
Section 118
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 118
Not analysed yet
Ταῦτα τοῦ Χαρισίου λέγοντος ὕπνωσεν· ἣ δὲ λαπτεσεῖν βοῦσα δηνάρια δέκα ἀπῄει λάθρα δοῦναι τοῖς δεσμοφύλαξιν ὅπως εἰσέλθῃ πρὸς τὸν ἀπόστολον. συνέτυχεν δὲ καθ᾽ ὁδὸν Ἰούδας Θωμᾶς ἐρχόμενος. ὃν ἰδοῦσα ἐφοβήθη· ἐνόμισεν γὰρ αὐτὸν ἕνα τῶν ἀρχόντων εἶναι· φῶς γάρ τι πολὺ προηγεῖτο αὐτοῦ. καὶ ἔλεγεν πρὸς ἑαυτὴν φεύγουσα· Ἀπώλεσά σε ὦ ἀθλία ψυχή· οὐ γὰρ ἴδῃς αὖθις Ἰούδαν τὸν ἀπόστολον τούτου ζῶντος, καὶ ἕως τοῦ νῦνἁγίαν οὐκ ἐδέξω σφραγῖδα. Καὶ φεύγουσα εἰς στενὸν προσέδραμε τόπον, κἀκεῖσε ἐκρύπτετο λέγουσα· Αἱρετώτερον ὑπὸ μετριωτέρων ἀναλίσκεσθαι, οὓς δυνατὸν πεῖσαι, ἣ περιπτεσεῖν τῷ ἄρχοντι τούτῳ δυνατῷ, καταφρονοῦντι δώρων.