Ancient Greek · ~8 min
Πρᾶξις ιβ´ περὶ οὐαζάνου υἱοῦ Μισδαίου.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ιβ´ περὶ οὐαζάνου υἱοῦ Μισδαίου.
Not analysed yet
Οὐαζάνης δὲ ὁ τοῦ Μισδαίου υἱὸς προσελθών τοῖς στρατιώταις εἶπεν· Δότε μοι τοῦτον ἵνα διαλεχθῶ ἕως ἂν ὁ βασιλεὺς ἀφίκηται. Καὶ οἳ μὲν δεδώκασιν αὐτόν, αὐτὸς δὲ εἰσήγαγεν αὐτὸν ἔνθα ὁ βασιλεὺς ἐδίκαζεν. καὶ λέγει Οὐαζάνης· Οὐκ οἶδάς φησιν ὅτι ἐγώ εἰμι υἱὸς Μισδαίου τοῦ βασιλέως, καὶ ἔξεστί μοι λέγειν τῷ βασιλεῖ ὃ βούλομαι, καὶ ζῆν σοι συγχωρήσει; λέγε οὖν μοι τίς ἐστιν ὁ θεός σου καὶ τίνοςἀντέχῃ δυνάμεως καὶ σεμνύνῃ· εἰ γάρ τις γοητικὴ δύναμίς ἐστιν καὶ τέχνη, λέγε καὶ δίδασκε, κἀγώ σε ἀπολύω. Λέγει αὐτῷ ὁ Ἰούδας· Σὺ εἶ ὁ υἱὸς Μισδαίου τοῦ βασιλέως ὅς ἐστιν βασιλεὺς πρόσκαιρος· ἐγὼ δὲ δοῦλός εἰμι Ἰησοῦ Χριστοῦ βασιλέως αἰωνίου· καὶ σοὶ μὲν ἔστιν εἰπεῖν τῷ σᾷ πατρὶ σῷσαι οὓς θέλεις ἐν ταύτῃ τῇ προσκαίρῳ ζωῇ ᾗ οὐ παραμένουσιν ἄνθρωποι, ἣν σύ τε καὶ ὁ πατήρ σου δίδοτε· ἐγὼ δὲ δέομαι τοῦ ἐμοῦ κυρίου καὶ ἀντιβοῶ ὑπὲρ τῶν ἀνθρώπων, καὶ δίδωσιν αὐτοῖς καινὴν ζωὴν παντάπασιν δεόμενος. καὶ σὺ αὐχεῖς ἐπὶ κτήμασιν καὶ δούλοις καὶ πέπλοις καὶ τρυφῇ καὶ κοίταις μιαραῖς, ἐγὼ δὲ καυχῶμαι ἐπὶ πενίᾳ καὶ φιλοσοφίᾳ καὶ ταπεινότητι καὶ νηστείᾳ καὶ εὐχῇ καὶ πρὸς τὸ ἅγιον πνεῦμα κοινωνιᾳ καὶ πρὸς τοὺς ἀδελφούς μου τοὺς ἀξίους τοῦ θεοῦ· καὶ καυχῶμαι ἐπὶ αἰωνίᾳ ζωῇ. καὶ συ μὲν ἐπ᾽ ἄνθρωπον κατέφυγες ὄντα σοι ὅμοιον, μὴ δυνάμενον τὴν ἑαυτοῦ ψυχὴν σῷσαι ἐκ κρίσεως καὶ θανάτου, ἐγὼ δὲ κατέφυγα ἐπὶ θεὸν ζῶντα, ἐπὶ τὸν σωτῆρα βασιλέων καὶ ἀρχόντων, ὅς ἐστιν πάντων κριτής. καὶ ὑμεῖς μὲν σήμερον ἴσως ἐστέ, αὔριον δὲ οὐκέτι, ἐγὼ δὲ κατέφυγον εἰς ἐκεῖνον ὃς εἰς αἰῶνα μένει, γινώσκοντος πάντας τοὺς καιροὺς ἡμῶν καὶ τοὺς χρόνους. καὶ σὺ δὲ ἐὰν θελήσῃς γενέσθαι τοῦ θεοῦ τούτου ὑπηρέτης, γενήσῃ ταχέως· δείξας δὲ ὅτι ἄξιος αὐτοῦ ὑπηρέτης ἔσῃ ἐν τούτοις· πρῶτον μὲν ἐν ἁγιωσύνῃ, ἥτις ἐστὶν πάντων ἀγαθῶν κεφαλή· ἔπειτα δὲ ἡ πρὸς τὸν θεὸν τοῦτον ὃν κηρύσσω κοινωνίᾳ, καὶ φιλοσοφίᾳ, καὶ ἁπλότητι, καὶ ἀγάπῃ, καὶ πίστει, καὶ πρὸς αὐτὸν εὐαγγελίῳ, καὶ ἑνότητι καθαρᾶς τροφῆς.