Ancient Greek
Section 140
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 140
Not analysed yet
Ὁ δὲ νεανίσκος πεισθεὶς διὰ τοῦ κυρίου ἐζήτει πρόφασιν ὅπως τὸν Ἰούδαν φυγαδεύσῃ. ἐν ᾧ δὲ ἐνεθυμεῖτο ἐφίκετο ὁ βασιλεύς· καὶ οἱ στρατιῶται παραλαβόντες τὸν Ἰούδαν ἐξήγαγον. συνεξῄει δὲ αὐτῷ ὁ Οὐαζάνης καὶ παρ᾽ αὐτῷ ἕστηκεν. καθεσθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν εἰσαχθῆναι τὸν Ἰούδαν εἰς τὰ ὀπίσω δεδεμένον τὰς χεῖρας. ἀχθεὶς δὲ εἰς τὸ μέσον ἔστη· καὶ λέγει ὁ βασιλεύς· Εἰπέ μοι τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα ποιεῖς. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Ἄνθρωπός εἰμι κατὰ σέ, δυνάμει Ἰησοῦ Χριστοῦ ταῦτα ποιῶ. Καὶ ὁ Μισδαῖός φησιν· Τὴν ἀλήθειαν εἰπὲ πρὶν ἤ σε ἀπολέσω. Καὶ ὁ Ἰούδας λέγει· Οὐκ ἔχεις ἐξουσίαν ὡς νομίζεις κατ᾽ ἐμοῦ, καὶ οὐδέν με βλάψεις. Ἀγανακτήσας δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς ῥηθεῖσιν ἐκέλευσεν πλάκας πυρῶσαι καὶ στῆσαι αὐτὸν ἐπάνω αὐτῶν ἀνυπόδετον· ὑπολυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν ἔλεγεν· Βέλτιόν ἐστιν ἡ σοφία τοῦ θεοῦ ὑπὲρ τὴν τῶν ἀνθρώπων σοφίαν. σὺ κύριε βασιλεῦ καὶ ἡ χρηστότης σου ἀντιστήτω τῷ θυμῷ αὐτοῦ. Ἐνέγκαντες δὲ τὰς πλάκας ἐοικυίας πυρὶ ἔστησαν ἐπάνω αὐτῶν τὸν ἀπόστολον· καὶ εὐθέως ὕδωρ ἀνεδόθη ἀθρόον ἐκ τῆς γῆς, ὥστε τὰς πλάκας καταποθῆναι· καὶ οἱ κρατοῦντες αὐτὸν ἐάσαντες ἀνεχώρησαν.