Ancient Greek
Section 138
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 138
Not analysed yet
Καὶ εὗρεν κατὰ τὴν ἀγορὰν Χαρίσιον τὸν φίλον καὶ εἶπεν· Διὰ τί μέ σοι εἰς τὸν ᾅδην ἄλλον ἔβαλες; διὰ τί με ἐκένωσας καὶ ἐζημίωσας κερδάνας μηδέν; διὰ τί με ἔβλαψας μηδὲν σὺ ὠφεληθείς; διὰ τί με ἀπέκτεινας μὴ αὐτὸς ζήσας; διὰ τί με ἠδίκησας αὐτὸς τὸ δίκαιον μὴ κτησάμενος´ διὰ τί με οὐ συνεχώρησας ἀπολέσαι ἐκεῖνον τὸν φαρμακὸν πρὶν τὸν ἐμὸν οἶκον τῇ ἑαυτοῦ ἁμαρτίᾳ διαφθεῖραι; Καὶ τὸ πᾶν εἴχετο Χαρισίου. ὁ δὲ Χαρίσιος λέγει· Τί γάρ ἐστιν τὸ συμβεβηκός σοι; Ὁ Μισδαῖος ἔφη· Ἐφαρμάκευσεν τὴν Τερτίαν. Καὶἀπῄεισαν ἀμφότεροι εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου· καὶ εὗρον τὸν Ἰούδαν καθήμενον καὶ διδάσκοντα. πάντες δὲ οἱ ἐκεῖ ὑπεξανέστησαν τῷ βασιλεῖ, αὐτὸς δὲ οὐκ ἀνέστη, ἔγνω δὲ ὁ Μισδαῖος ὅτι αὐτὸς ἐκεῖνός ἐστιν, καὶ λαβόμενος τοῦ θρόνου ἔστρεψεν αὐτόν, καὶ ἐπάρας ἀμφοτέραις ταῖς χερσὶν τὸν θρόνον τὴν κεφαλὴν αὐτοῦ ἐπάταξεν οὕτως ὥστε τραυματίσαι αὐτόν. καὶ παρέδωκεν αὐτὸν τοῖς αὐτοῦ στρατιώταις εἰπών· Ἀπαγάγετε αὐτὸν σύραντες αὐτὸν ὑβριστικῶς καὶ οὐχ ὑπεσταλμένως, ἵνα πᾶσιν ἡ ὕβρις αὐτοῦ ἔκτυπος γένηται. Οἳ δὲ σύραντες αὐτὸν ἀπήγαγον εἰς τόπον ἐν ᾧ ὁ Μισδαῖος ἐδίκαζεν. ἐκεῖ ἔστη κρατούμενος ὑπὸ τῶν στρατιωτῶν τοῦ Μισδαίου.