Ancient Greek · ~5 min
Πρᾶξις ς´ περὶ τοῦ νεανίσκου τοῦ φονεύσαντος τὴν κόρην.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ς´ περὶ τοῦ νεανίσκου τοῦ φονεύσαντος τὴν κόρην.
Not analysed yet
(48) Ἦν δέ τις νεανίσκος διαπραξάμενος πρᾶγμα ἀθέμιτον, προσελθὼν δὲ ἔλαβεν τῆς εὐχαριστίας τῷ ἰδίῳ στόματι, αἱ δὲ δύο χεῖρες αὐτοῖ ἐξηράνθησαν, ὡς μὴ δύνασθαι μηκέτι προσαγαγεῖν τῷ ἰδίῳ στόματι. οἱ δὲ παρόντες ἰδόντες αὐτὸν ἀνήγγειλαν τῷ ἀποστόλῳ τὸ συμβάν· καλέσας δέ ὁ ἀπόστολος εἶπεν αὐτῷ· Λέξον μοι τέκνον καὶ μὴ αἰδεσθῇς, τί ὃ διεπράξω καὶ ὧδε ἦλθες· ἡ γὰρ εὐχαριστία τοῦ κυρίου ἤλεγξέν σε. τοῦτο γὰρ τὸ χάρισμα εἰς πολλοὺς διερχόμενον μάλιστα μὲν τοὺς διὰ πίστεως καὶ ἀγάπης προσιόντας ἰᾶται, σὲ δὲ ἀπεξήρανεν, καὶ τὸ γενόμενον οὐ χωρὶς ἐνεργείας τινὸς γέγονεν. Ὁ δὲ νέος ἐλεγχθεὶς ὑπὸ τῆς εὐχαριστίας τοῦ κυρίου προσελθὼν προσέπεσεν τοῖς ποσὶν τοῦ ἀποστόλου καὶ ἐδέετο λέγων· Κακὸν πρᾶγμα πέπρακταί μοι· ἐνόμιζον γὰρ τι καλὸν διαπράττεσθαι. γυναικός τινος ἤρων οἰκούσης ἔξω τῆς πόλεως ἐν πανδοχείῳ, καὶ αὐτὴ δ᾽ ἐμὲ ἐφίλει. ἀκούσας δὲ ἐγὼ παρὰ σοῦκαὶ πιστεύσας ὅτι θεὸν ζῶντα καταγγέλλεις προσῆλθον καὶ τὴν σφραγῖδα ἐδεξάμην παρὰ σοῦ σὺν τοῖς ἄλλοις· ἔλεγες δὲ· Ὅς ἐὰν κοινωνήσῃ τῇ μιαρᾷ μείξει, μάλιστα καὶ ἐν μοιχεία, οὗτος οὐχ ἕξει ζωὴν παρὰ τῷ θεῷ ᾧ κηρύσσω. Ἐπεὶ οὖν πάνυ αὐτὴν ἠγάπουν, ἐδεόμην αὐτῆς καὶ ἔπειθον ἵνα σύνοικός μοι γένηται ἐν ἁγνείᾳ καὶ πολιτείᾳ καθαρᾷ, ἣν σὺ αὐτὸς διδάσκεις· ἣ δὲ οὐκ ἐβούλετο. μὴ βουλομένης οὖν αὐτῆς λαβὼν ξίφος ἐθανάτωσα αὐτήν· οὐ γὰρ ἠδυνάμην αὐτὴν ὁρᾶν μετ᾽ ἄλλου μοιχευομένην.