Ancient Greek · ~4 min
Section 52
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 52
Not analysed yet
(49) Ταῦτα ὁ ἀπόστολος ἀκούσας εἶπεν· Ὦ μανιώδης μεῖξις, πῶς εἰς ἀναισχυντίας χωρεῖς; ὦ ἐπιθυμία ἀκατάσχετε, πῶς τοῦτον ἐκίνησας ταῦτα ποιῆσαι; ὦ ἔργον ὄφεως, πῶς ἐν τοῖς σοῖς ὀργίζῃ; Ἐκέλευσεν δὲ ὁ ἀπόστολος ὕδωρ αὐτῷ προσενεχθῆναι ἐν λεκάνῃ. τοῦ δὲ ὕδατος προσενεχθέντος εἶπεν· Ἔλθετε τὰ ὕδατα ἀπὸ τῶν ὑδάτων τῶν ζώντων, τὰ ὄντα ἀπὸ τῶν ὄντων καὶ ἀποσταλέντα ἡμῖν· ἡ ἀνάπαυσις ἡ ἀπὸ τῆς ἀναπαύσεως ἀποσταλεῖσα ἡμῖν, ἡ δύναμις τῆς σωτηρίας ἡ ἀπὸ τῆς δυνάμεως ἐκείνης ἐρχομένη τῆς τὰ πάντα νικώσης καὶ ὑποτασσούσης τῷ ἰδίῳ θελήματι, ἐλθὲ καὶ σκήνωσον ἐν τοῖς ὕδασι τούτοις, ἵνα τὸ χάρισμα τοῦ ἁγίου πνεύματος τελείως ἐν αὐτοῖς τελειωθῇ. Καὶ εἶπεν τῷ νεωτέρῳ· Ἄπελθε, νίψαι σου τὰς χεῖρας ἐν τοῖς ὕδασι τούτοις. Καὶ νιψαμένου αὐτοῦκατεστάθησαν, καὶ εἶπεν αὐτῷ ὁ ἀπόστολος· Πιστεύεις εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅτι πάντα δύναται ποῆσαι; Ὃ δὲ εἶπεν· Εἰ καὶ ἐλάχιστος τυγχάνω, πιστεύω. ἀλλὰ τοῦτο διεπραξάμην οἰόμενός τι καλὸν ποιεῖν· ἐδεόμην γὰρ αὐτῆς, ὥσπερ καὶ εἶπόν σοι, ἣ δὲ οὐκ ἠβουλήθη πεισθῆναί μοι ἵνα ἑαυτὴν φυλάξῃ ἁγνήν.