Ancient Greek · ~3 min
Section 50
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 50
Not analysed yet
(47) Καὶ ἤρξατο λέγειν· Ἐλθὲ τὰ σπλάγχνα τὰ τέλεια, ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος, ἐλθὲ ἡ ἐπισταμένη τὰ μυστήρια τοῦ ἐπιλέκτου, ἐλθὲ ἡ κοινωνοῦσα ἐν πᾶσι τοῖς ἄθλοις τοῦ γενναίου ἀθλητοῦ, ἐλθὲ ἡ ἡσυχία ἡ ἀποκαλύπτουσα τὰ μεγαλεῖα τοῦ παντὸς μεγέθους, ἐλθὲ ἡ τὰ ἀπόκρυφα ἐκφαίνουσα καὶ τὰ ἀπόρρητα φανερὰ καθιστῶσα, ἡ ἱερὰ περιστερὰ ἡ τοὺς διδύμους νεοσσοὺς γεννῶσα, ἐλθὲ ἡ ἀπόκρυφος μήτηρ, ἐλθὲ ἡ φανερὰ ἐν ταῖς πράξεσιν αὐτῆς καὶ παρέχουσα χαρὰν καὶ ἀνάπαυσιν τοῖς συνημμένοις αὐτῇ· ἐλθὲ καὶ κοινώνησον ἡμῖν ἐν ταύτῃ τῇ εὐχαριστίᾳ ἥν ποιοῦμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ τῇ ἀγάπῃ ᾗ συνήγμεθα ἐπὶ τῇ κλήσει σου. Καὶ εἰπὼν ταῦτα διεχάραξεν τῷ ἄρτῳ τὸν σταυρόν, καὶ κλάσας ἤρξατο διαδιδόναι. καὶ πρῶτον τῇ γυναικὶ ἔδωκεν εἰπών· Ἔσται σοι τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ αἰωνίων παραπτωμάτων· Καὶ μετ᾽αὐτὴν ἔδωκεν καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς τὴν σφραγῖδα δεξαμένοις.