Ancient Greek · ~4 min
Section 1
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 1
Not analysed yet
Κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἦμεν πάντες οἱ ἀπόστολοι ἐν Ἰεροσολύμοις, Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ Καναναῖος, καὶ Ἰούδας Ἰακώβου, καὶ διείλαμεν τὰ κλίματα τῆς οἰκουμένης, ὅπως εἷς ἕκαστος ἡμῶν ἐν τῷ κλίματι τῷ λαχόντι αὐτῷ καὶ εἰς τὸ ἔθνος ἐν ᾧ ὁ κύριος αὐτὸν ἀπέστειλεν πο ρευθῇ. κατὰ κλῆρον οὖν ἔλαχεν ἡ Ἰνδία Ἰούδᾳ Θωμᾷ τῷ καὶ Διδύμῳ· οὐκ ἐβούλετο δὲ ἀπελθεῖν, λέγων μὴ δύνασθαι μήτε χωρεῖν διὰ τὴν ἀσθένειαν τῆς σαρκός, καὶ ὅτι Ἄνθρωπος ὢν Ἑβραῖος πῶς δύναμαι πορευθῆναι ἐν τοῖς Ἰνδοῖς κηρύξαι τὴν ἀλήθειαν; Καὶ ταῦτα αὐτοῦ διαλογιζομένου καὶ λέγοντος ὤφθη αὐτῷ ὁ σωτὴρ διὰ τῆς νυκτός, καὶ λέγει αὐτῷ· Μὴ φοβοῦ Θωμᾶ, ἄπελθε εἰς τὴν Ἰνδίαν καὶ κήρυξον ἐκεῖ τὸν λόγον· ἡ γὰρ χάρις μού ἐστιν μετὰ σοῦ. Ὃ δὲ οὐκ ἐπείθετο, λέγων· Ὅπου βούλει με ἀποστεῖλαι ἀπόστειλον ἀλλαχοῦ· εἰς Ἰνδοὺς γὰρ οὐκ ἀπέρχομαι.