Ancient Greek · ~4 min
Section 2
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 2
Not analysed yet
Καὶ ταῦτα αὐτοῦ λέγοντος καὶ ἐνθυμουμένου ἔτυχεν ἔμπορόν τινα εἶναι ἐκεῖ ἀπὸ τῆς Ἰνδίας ἐλθόντα ᾧ ὄνομα Ἀββάνης, ἀπὸ τοῦ βασιλέως Γουνδαφόρου ἀποσταλέντα καὶ ἐντολὴν παρ᾽ αὐτοῦ εἰληφότα τέκτονα πριάμενον ἀγαγεῖν αὐτῷ. ὁ δὲ κύριος ἰδὼν αὐτὸν ἐν τῇ ἀγορᾷ περιπατοῦντα τὸ μεσημβρινὸν εἶπεν αὐτῷ· Βούλει τέκτονα πρίασθαι; Ὃ δὲ εἶπεν αὐτῷ· Ναι. Καὶ ὁ κύριος ἔφη αὐτῷ· Ἔχω δοῦλον τέκτονα καὶ βούλομαι αὐτὸν πωλῆσαι. Καὶ ταῦτα εἰπὼν ὑπέδειξεν αὐτῷ τὸν Θωμᾶν ἀπὸ μακρόθεν, καὶ συνεφώνησεν μετ᾽αὐτοῦ τριῶν λιτρῶν ἀσήμου, καὶ ἔγραψεν ὠνὴν λέγων· Ἐγὼ Ἰησοῦς υἱὸς Ἰωσήφ τοῦ τέκτονος ὁμολογῶ πεπρακέναι ἐμὸν δοῦλον Ἰούδαν ὀνόματι σοὶ τῷ Ἀββάνῃ ἐμπόρῳ Γουνδαφόρου τοῦ βασιλέως τῶν Ἰνδῶν. Τῆς δὲ ὠνῆς τελεσθείσης ὁ σωτὴρ παραλαβὼν Ἰούδαν τὸν καὶ Θωμᾶν ἀπήγαγεν πρὸς Ἀββάνην τὸν ἔμπορον· καὶ ἰδὼν αὐτὸν ὁ Ἀββάνης εἶπεν πρὸς αὐτόν· Οὖτός ἐστιν ὁ δεσπότης σου; Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ναί, κύριός μού ἐστιν. Ὃ δέ φησιν· Ἠγόρασά σε παρ᾽ αὐτοῦ. Καὶ ὁ ἀπόστολος ἡσύχαζεν.