Ancient Greek
Section 101
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 101
Not analysed yet
Ταῦτα διανοουμένου τοῦ Χαρισίου διέφαυσεν· καὶ ἐννυχεύσας ἐνεδύσατο ἐσθῆτα εὐτελῆ, καὶ ὑποδησάμενος ἀπῄει σκυθρωπὸς ἐν ἀθυμίᾳ ὑπάρχων εἰς ἀσπασμὸν τοῦ βασιλέως. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς εἶπεν· Τίνος ἕνεκεν περίλυπος εἶ καὶ ἐν τοιούτῳ σχήματι ἧλθες; ὁρῶ δὲ καὶ τὸ πρόσωπόν σου ἐνηλλαγμένον. Ὁ δὲ Χαρίσιος λέγει πρὸς τὸν βασιλέα· Καινόν σοι ἔχω ὑφηγήσασθαι πρᾶγμα καὶ ἐρημίαν νέαν, ἣν Σιφὼρ ἤγαγενἐν τῇ Ἰνδίᾳ, ἄνδρα τινὰ Ἑβραῖον μάγον, ὃν ἔχει καθεζόμενον ἐν τῷ ἰδίῳ οἴκῳ, ὃς οὐκ ἀφίσταται αὐτοῦ· πολλοὶ δέ εἰσιν οἱ εἰσιόντες πρὸς αὐτόν· οὓς καὶ διδάσκει νέον θεὸν καὶ νόμους νέους ἐντίθησιν αὐτοῖς τοὺς μή πω ἀκουσθέντας, λέγων· Ἀδύνατόν ἐστιν ὑμᾶς εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν ἣν ἐγὼ καταγγέλλω ὑμῖν, ἐὰν μὴ ἀπαλλαγῆτε ὑμεῖς τῶν ἰδίων γυναικῶν, ὁμοίως καὶ αἱ γυναῖκες τῶν ἰδίων ἀνδρῶν. Ἔτυχεν δὲ καὶ τὴν κακότυχον γυναῖκά μου ἀπελθεῖν πρὸς αὐτὸν καὶ κατήκοον γενέσθαι τοῖς λόγοις αὐτοῦ· οἷς καὶ ἐπίστευσεν καὶ διὰ τῆς νυκτὸς καταλιποῦσά με προσέδραμεν τῷ ξένῳ. ἀλλὰ μετάπεμψαι τόν τε Σιφόρα καὶ ἐκεῖνον τὸν μάγον τὸν ἐν αὐτῷ κρυπτόμενον, καὶ ἐπίθες τῇ κεφαλῄ αὐτῶν, ἵνα μὴ πάνtες οἱ τοῦ ἔθνους ἡμῶν ἀπολοῦνται.