Ancient Greek · ~4 min
Section 100
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 100
Not analysed yet
Καὶ ταῦτα εἴπων ἤρξατο ὀδυρόμενος λέγειν· Οὐαί μοι σύμβιε, ἔπειτα καὶ σοί· ἐστερήθην γάρ σου τάχιον. οὐαί μοι προσφιλεστάτη· παντος γὰρ τοῦ γένους μου βελτίων ὑπάρτον χεις· οὔτε υἱὸν οὔτε θυγατέρα ἐκ σοῦ ἔσχον ἵνα ἐπ᾽ αὐτοῖς ἐπαναπαύσωμαι· οὐδὲ πλήρης ἐνιαυτὸν συνῴκησάς μοι, βάσκανος δὲ ὀφθαλμὸς ἀφήρπασέν σε ἀπ᾽ ἐμοῦ· ὡς εἴθε ἡ τοῦ θανάτου βία εἰλήφει ἄν σε, καὶ κατεψηφισάμην βασιλεῦσιν καὶ ἐξάρχοις· ἀλλὰ ὑπὸ ξένου παθεῖν με τοιοῦτον· καὶ τάχα δοῦλος ὢν ἀπέδρα τῷ ἐμῷ κακῷ καὶ τῆς ψυχῆς μουτῆς κακίστης. μὴ γένοιτο δέ μοι ἐμπόδιον ἕως ἂν τοῦτον ἀπολέσω καὶ ἐκδικήσω τὴν νύκτα ταύτην· καὶ μηδὲ εὐάρεστος γένωμαι ἔμπροσθεν Μισδαίου τοῦ βασιλέως ἂν μὴ τὴν ἐκδίκησιν ποιήσῃ μοι διὰ τῆς τοῦ ξένου κεφαλῆς καὶ περὶ Σιφόρου τοῦ στρατηλάτου, ὃς καὶ πρόφασις γέγονεν. διὰ γὰρ τούτου ἐνθάδε ὤφθη, καὶ παρ᾽ αὐτῷ κατάγεται· καὶ πολλοί εἰσιν οἱ εἰσιόντες καὶ ἐξιόντες, οὓς διδάσκει νέαν διδαχήν, τοῦτο λέγων, ὅτι οὐδεὶς δύναται ζῆσαι ἐὰν μή τις ἀπαλλαγῇ πάντων τῶν ὑπαρχόντων καὶ γένηται ἀποτεταγμένος ὥσπερ καὶ αὐτός· καὶ σπουδάζει πολλοὺς κοινωνοὺς ἑαυτῷ ποιῆσαι.