Ancient Greek · ~3 min
Section 103
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 103
Not analysed yet
Ὁ δὲ ἀπόστολος ἐξήταζεν τὴν Μυγδονίαν· Τίς ἡ αἰτία ἡ γενομένη τοῦ ὀργισθῆναι τὸν σὸν ἄνδρα καὶ ταῦτα ἡμῖν κατασκευάσαι; Ἣ δὲ εἶπεν· Ἐπειδὴ οὐκ ἐξέδωκα ἐμαυτὴν τῷ ὀλέθρῳ αὐτοῦ. ἐβουλήθη γὰρ ὀψὲ ὑποτάξαι με καὶ ὑποβαλεῖν ἐκείνῳ ᾧ λατρεύει πάθει· καὶ ἐλυτρώσατό με ἐκεῖνος ᾧ τὴν ψυχήν μου παρεθέμην ἀπὸ τῶν χειρῶν αὐτοῦ. κἀγὼ γυμνὴ ἀπέφυγον αὐτὸν καὶ πρὸς τὴν τροφόν μου ἐκαθεύδησα. τὸ δὲ συμβὰν αὐτῷ οὐκ ἐπίσταμαι διὰ τί ταῦτα ἐτεχνάσατο Ὁ ἀπόστολος λέγει· Ταῦτα ἡμᾶς οὐ βλάψει, ἀλλὰ πίστευσον εἰς τὸν Ἰησοῦν, καὶ αὐτὸς ἀνατρέψει τὴν ὀργὴν Χαρισίου καὶ τὴν μανίαν καὶ τὸν οἶστρον ἐκείνου. καὶ αὐτός σοι σύνοδος γένηται ἐν τῇ φοβερᾷ λεωφόρῳ, καὶ αὐτός σε ὁδηγήσει εἰς τὴν βασιλείαν αὐτοῦ· εἰσάξει δέ σε εἰς τὴν αἰωνίαν ζωήν, παρέχων σοι τὴν παρρησίαν τὴν μὴ παρερχομένην μήτε ἀλλασσομένην.