Ancient Greek
Section 104
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 104
Not analysed yet
Σιφὼρ δὲ παρέστη τῷ βασιλεῖ, καὶ ἐξήταζεν αὐτόν· Τίς ἐστιν καὶ πόθεν καὶ τί διδάσκει ὁ μάγος ἐκεῖνος ὃν ἔχεις ἐμφωλεύοντα ἐν τῷ οἴκῳ σου; Ὁ δὲ Σιφὼρ ἀπεκρίνατο τῷ βασιλεῖ· Οὐ μὴ ἀγνοῇς βασιλεῦ οἶον πόνον καὶ λύπην ἔσχον σὺν τοῖς φίλοις μου περὶ τῆς γυναικός μου, ἢν καὶ σὺ οἶδας καὶ ἄλλοι πολλοὶ διὰ μνήμης ἔχουσιν· καὶ τὰ περὶ τῆς θυγατρός μου, ἣν καὶ προτιμῶ πάσης τῆς κτήσεώς μου, οἷον καιρὸν καὶ πειρασμὸν πέπονθα· ἐγενόμην γὰρ γέλως καὶ κατάρα πάσῃ τῇ χώρᾳ ἡμῶν. ἤκουσα δὲ τῆς φήμης τοῦ ἀνδρὸς τούτου, καὶ γενόμενος πρὸς αὐτὸν ἐδεήθην αὐτοῦ, καὶ παραλαβὼν αὐτὸν ἤγαγον ἐνθάδε· καὶ ἐρχόμενος κατὰ τὴν ὁδὸν θαυμάσιακαὶ ἔκπληκτα εἶδον, καὶ ἐνθάδε πολλοὶ κατήκουσαν τοῦ ὀνάγρου καὶ περὶ τοῦ δαίμονος ἐκείνου ὃν ἐξήλασεν, καὶ ἐθεράπευσεν τήν τε γυναῖκά μου καὶ τὴν θυγατέρα, καὶ νῦν ὑγιαίνουσιν· καὶ μισθοὺς οὐκ ᾔτησεν, ἀλλ᾽ ἀπαιτεῖ πίστιν καὶ ἁγιωσύνην, ἵνα κοινωνοὶ αὐτῷ γένωνται ἐν οἷς διαπράττεται. τοῦτο διδάσκει, σέβειν καὶ φοβεῖσθαι ἕνα θεὸν τὸν πάντων δεσπότην καὶ Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, ἵνα σχῶσιν τὴν αἰώνιον ζωήν. ὃ δὲ ἐσθίει ἄρτος ἐστὶν καὶ ἄλας, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ ἀφ᾽ ἐσπέρας ἕως ἐσπέρας, πολλὴν εὐχὴν ποιούμενος· καὶ ὅσα ἂν αἰτήσῃ τὸν θεὸν αὐτοῦ, δίδωσιν αὐτῷ. καὶ διδάσκει ὅτι θεὸς οὗτος ἅγιός ἐστιν καὶ δυνατὸς καὶ ὁ Χριστὸς ζωὴ καὶ ζωοποιῶν. διὸ καὶ παραινεῖ τοῖς παροῦσιν αὐτῷ ἐν ἁγιωσύνῃ καὶ ἁγνείᾳ καὶ ἀγάπῃ καὶ πίστει προσέρχεσθαι αὐτῷ.