Ancient Greek
Section 108
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 108
Not analysed yet
Προσευχόμενον δὲ πάντες ἔβλεπον αὐτὸν οἱ δέσμιοι καὶ ἐδέοντο αὐτοῦ ὑπὲρ αὐτῶν εὔξασθαι. προσευξάμενος δὲ καὶ καθεσθεὶς ἤρξατο λέγειν ψαλμὸν τοιοῦτον· Ὅτε ἥμην βρέφος ἄλαλον ἐν τοῖς τοῦ πατρός μου βασιλείοις ἐν πλούτῳ καὶ τρυφῇ τῶν τροφέων ἀναπαυόμενος, ἐξ Ἀνατολῆς τῆς πατρίδος ἡμῶν ἐφοδιάσαντές με οἱ γονεῖς ἀπέστειλάν με· ἀπὸ δὲ πλούτου τῶν θησαυρῶν τούτων φόρτον συνέθηκαν μέγαν τε καὶ ἐλαφρόν, ὅπως αὐτὸν μόνος βαστάσαι δυνηθῶ· χρυσός ἐστιν ὁ φόρτος τῶν ἄνω, καὶ ἄσημος τῶν μεγάλων θησαυρῶν, καὶ λίθοι ἐξ Ἰνδῶν οἱ χαλκεδόνιοι, καὶ μαργαρῖται ἐκ Κοσάνων· καὶ ὥπλισάν με τῷ ἀδάμαντι· καὶ ἐνέδυσάν με ἐσθῆτα διάλιθον χρυσόπαστον, ἣν ἐποίησαν στέργοντές με, καὶ στολὴν τὸ χρῶμα ξανθὴν πρὸς τὴν ἐμὴν ἡλικίαν. σύμφωνα δὲ πρὸς ἐμὲ πεποιήκασιν, ἐγκαταγράψαντες τῇ διανοίᾳ μου ἐπιλαθέσθαι με, ἔφησαν τε· Ἐὰν κατελθὼν εἰς Αἴγυπτον κομίσῃς ἐκεῖθεν τὸν ἕνα μαργαρίτην τὸν ὄντα ἐκεῖ περὶ τὸν δράκοντα τὸν καταπότην, ὅπως ἐνδύσῃ τὴν διάλιθον ἐσθῆτα καὶ τὴν στολὴν ἐκείνην ἣν ἐπαναπαύεται· τοῦ εὐμνήστου καὶ γένῃ μετὰ τοῦ ἀδελφοῦ σου κῆρυξ τῇ ἡμετέρᾳ βασιλείᾳ.