Ancient Greek
Section 107
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 107
Not analysed yet
Ὁ δὲ ἀπόστολος ἀπιὼν ἐπὶ τὸ δεσμωτήριον χαίρων καὶ ἀγαλλιῶν ἔλεγεν· Ἐξομολογοῦμαί σοι Ἰησοῦ ὅτι οὐ μόνον τῆς πίστεώς σου ἄξιόν με ἐποίησας, ἀλλὰ καὶ τοῦ ὑπομεῖναι πολλὰ διὰ σέ. εὐχαριστῶ οὖν σοι κύριε ὅτι ἐφρόντισάς μου καὶ δέδωκάς μοι τὴν ὑπομονήν· εὐχαριστῶ σοι κύριε ὅτι διὰ σὲ φαρμακὸς ἥκουσα καὶ μάγος. πρόσδεξαί με τοίνυν ἐκ τοῦ μακαρισμοῦ τῶν μετρίων καὶ τῆς ἀναπαύσεως τῶν κεκμηκότων καὶ τῶν μακαρισμῶν ἐκείνων οὓς μισοῦσιν οἱ ἄνθρωποι καὶ διώκουσιν καὶ ὀνειδίζουσιν, φαύλους περὶ αὐτῶν φθεγγόμενοι λόγους. ἰδοὺ γὰρ διὰ σὲ μισοῦμαι· ἰδοὺ διὰ σὲ τῶν πολλῶν κεχώρισμαι, καὶ διὰ σὲ τοιοῦτον οἷος οὐκ εἰμὶ λέγουσίν με.