Ancient Greek · ~3 min
Section 110
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 110
Not analysed yet
ταῦτα δέ μου παθόντος καὶ οἱ πατέρες μου ᾔσθοντον καὶ ἔπαθον ὑπὲρ ἐμοῦ. ἐκηρύχθη δὲ κήρυγμα ἐν τῇ βασιλείᾳ ἡμῶν ἵνα πάντες ἐπὶ τὰς ἡμετέρας ἀπαντῶσιν θύρας. καὶ τότε οἱ βασιλεῖς τῆς Παρθενίας καὶ οἱ ἐν τέλει καὶ οἱ Ἀνατολῆς πρωτεύοντες γνώμης ἐκράτησαν περὶ ἐμοῦ ἵνα μὴ ἔλθω ἐν Αἰγύπτῳ. ἔγραψαν δέ με καὶ οἱ δυνάσται σημαίνοντες οὕτως· Παρὰ τοῦ πατρὸς βασιλέων βασιλεὺς καὶ μητρὸς τὴν Ἀνατολὴν κατεχούσης καὶ ἀδελφοὺς αὐτῶν δευτέρους ἀφ᾽ ἡμῶν τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν εἰρήνη. ἀνάστηθι καὶ ἀνάνηψον ἐξ ὕπνου, καὶ τῶν ἐπιστολιμαίων ῥημάτων ἄκουσον, καὶ ὑπομνήσθητι υἱὸς βασιλέων ὑπάρχων. δουλικὸν ὑπεισῆλθες ζυγόν· μνημόνευσοντῆς ἐσθῆτός σου τῆς χρυσοπάστου· μνημόνευσον τοῦ μαργαρίτου δι᾽ ὃν εἰς Αἴγυπτον ἀπεστάλης. ἐκλήθη δὲ τὸ ὄνομά σου βιβλίον ζωῆς καὶ τοῦ ἀδελφοῦ σου οὗ παρείληφας ἐν τῇ βασιλείᾳ ἡμῶν.