Ancient Greek
Section 111
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 111
Not analysed yet
Ὁ δὲ βασιλεὺς ὡς πρεσβευτὴς κατεσφραγίσατο διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμονας τυραννικοὺς Λαβυρίνθους. ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου ἀνερμησάμην, ἀναλαβὼν δὲ καὶ καταφιλήπτρῳ σας ἀνεγίνωσκον. ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μου ἀναγεγραμμένου· καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασιλέων εἰμὶ υἱὸς καὶ ἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ. ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ᾽ ὃν κατεπέμφθην εἰς Αἴγυπτον· ἠρχόμην δὲ ἐφ᾽ ἅρμασιν ἐπὶ τὸν δράκοντα τὸν φοβερόν, καὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μου ὄνομα. ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺς ἐμοὺς ἀποκομίσας πατέρας. καὶ ἀποδυσάμενος τὸ ῥυπαρὸν ἔνδυμα ἐν τῇ αὐτῶν κατέλειψα χώρᾳ, ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰ ἀνατολὴν πατρίδος καὶ εὗρον καθ᾽ ὁδὸν διαιροῦσάν με· αὐτὴ δέ, ὥσπερ φωνῇ χρησαμένηἀνέστησεν ὑπνωθέντα με, καὶ ὡδήγησέν με τῷ παρ᾽ αὐτῆς φωτί. ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασιλικὴ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν. ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆς τὴν Βαβύρινθον παρῆλθον· καὶ καταλείψας ἐπ᾽ ἀριστερὰ τὴν Βαβυλῶνα εἰς τὴν Μέσον ἀφικόμην τὴν μεγάλην οὖσαν παραλίαν.