Ancient Greek · ~3 min
Section 112
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 112
Not analysed yet
οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖς γὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐν τοῖς τοῦ πατρὸς βασιλείοις· ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσόπτρῳ ὁμοιωθεῖσαν, καὶ ὅλον ἐμαυτὸν ἐπ᾽ αὐτὴν ἐθεασάμην, καὶ ἔγνων καὶ εἶδον δι᾽ αὐτῆς ἐμαυτόν, ὅτι κατὰ μέρος διῃρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες, καὶ πάλιν ἕν ἐσμεν διὰ μορφῆς μιᾶς. οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴν ἐσθῆτα κομίσαντας ἑώρων δύο, μορφὴ δὲ μία ἐπ᾽ ἀμφοτέρων, ἓν σύμβολον βασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο· τὸ δὲ χρῆμα καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον, καὶ ἀπεδίδουν μοι τιμήν· καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην, ἥτις ἐν φαιδροῖς χρώμασιν χρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοις καὶ μαργαρίταις χροιᾷ πρεπούσῃ· ἵδρυντο ἐν ὕψει· καὶ ἡ εἰκὼν τοῦ τῶν βασιλέων βασιλεὺς ὅλη δι᾽ ὅλης· λίθοις σαμπφειρίνοις ἐν ὕψει ἐπεπήγεισαν ἁρμοδίως.