Ancient Greek · ~3 min
Section 116
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 116
Not analysed yet
Λέγοντος δὲ τοῦ Χαρισίου ταῦτα μετὰ δακρύων ἐκαθέζετο ἡ Μυγδονία σιωπῶσα καὶ εἰς τὸ ἔδαφος ἀφορῶσα· ὃ δὲ αὖθις προσελθὼν εἶπεν· Κυρία μου ποθεινοτάτη Μυγσονται, δονία, ὑπομνήσθητι ὅτι σὲ ἐκ πάντων τῶν ἐν τῇ Ἰνδίᾳ γυναικῶν ὡς καλλίστην ἐπελεξάμην καὶ ἔλαβον, δυνηθεὶς ἑτέρας πολλῷ σου καλλίω εἰς γάμον συνάψαι ἐμαυτῷ. μᾶλλον δὲ ψεύδομαι Μυγδονία· μὰ τοὺς γὰρ θεοὺς οὐκ ἂν ἔσται ἑτέραν κατὰ σὲ ἐν τῇ τῶν Ἰνδῶν εὑρεθῆναι χώρᾳ· οὐαὶ δέ μοι διὰ παντός, ὅτι οὐδὲ λόγῳἀμείψασθαι θέλεις· ὕβριζε δέ μοι εἰ δοκεῖ σοι, ἵνα λόγον μόνον παρά σοῦ καταξιωθῶ. ἀπόβλεψον δὲ εἰς ἐμέ, καλλίω ὑπάρχω τοῦ φαρμακοῦ ἐκείνου· πλοῦτος δέ μοι καὶ τιμὴ σὺ εἶ· καὶ πάντες γινώσκουσιν ὅτι οὐδείς ἐστιν τοιοῦτος οἷος ἐγώ· γένος δέ μοι καὶ συγγένεια σὺ εἶ· καὶ ἰδού, ἀφαιρεῖταί σε ἀπ᾽ ἐμοῦ.