Ancient Greek
Section 117
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 117
Not analysed yet
Εἰπόντος δὲ ταῦτα τοῦ Χαρισίου ἡ Μυγδονία λέγει πρὸς αὐτόν· Ἐκεῖνον ὃν φιλῶ βελτίων σού ἐστιν καὶ τῶν σῶν ὑπαρχόντων· ἡ γὰρ ὕπαρξίς σου ἐκ γῆς οὖσα εἰς γῆν ὑποστρέφει· ὃν δὲ ἐγὼ φιλῶ οὐράνιός ἐστιν, κἀμὲ σὺν αὐτῷ εἰς οὐρανὸν ἄξει. ὁ πλοῦτός σου παρελεύσεται, καὶ τὸ κάλλος σου ἀφανισθήσεται, καὶ οἱ πέπλοι σου, καὶ τὰ πολλὰ ἔργα· μόνος δὲ σὺ μετὰ τῶν πλημμελημάτων σου γυμνός· μὴ ὑπονήσῃς δὲ ἐπ᾽ ἐμοὶ τὰς πράξεις· εὔχομαι γὰρ τῷ κυρίῳ ἐπιλαθέσθαι σε, ὥστε μηκέτι μνησθῆναι τῶν προτέρων ἡδονῶν καὶ τῆς συνηθείας τῆς σωματικῆς, αἵτινες ὡς σκιὰ παρελεύ σονται, Ἰησοῦς δὲ μόνος μένει εἰς τὸν αἰῶνα καὶ αἱ ψυχαὶ αἱ εἰς αὐτὸν ἐλπίζουσαι. αὐτὸς Ἰησοῦς ἀπαλλάξει με τῶν αἰσχρῶν σου πράξεων ἃς ἔπραττον μετὰ σοῦ. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιοςεἰς ὕπνον ἐτράπη λελυμένος τὴν ψυχὴν λέγων αὐτῇ· Κατὰ σεαυτὴν λόγισαι δι᾽ ὅλης τῆς νυκτὸς σήμερον· ἐὰν θελήσῃς μετ᾽ ἐμοῦ εἶναι τοιαύτη οἵαπερ ἦσθα τὸ πρίν, ἐκεῖνον δὲ τὸν φαρμακὸν μὴ ἴδῃς, πάντα σου τὰ καταθύμια ποιήσω· καὶ ἄρῃς σου τὴν διάθεσιν τὴν πρὸς αὐτόν, ἐκβαλὼν αὐτὸν ἐκ τοῦ δεσμωτηρίου ἀπολύσω, καὶ εἰς ἑτέραν μεταστῇ χώραν· καὶ οὐ μή σε λυπήσω· οἶδα γὰρ ὅτι σφόδρα τοῦ ξένου ἀντιποιῇ. καὶ οὐκ ἀπὸ σοῦ πρώτης τὸ πρᾶγμα συνέβη· ὡς καὶ πολλὰς καὶ ἄλλας ἠπάτησεν μετὰ σοῦ· κἀκεῖναι ἀνένηψαν καὶ εἰς ἑαυτὰς ἐπανῆλθον. μὴ οὖν ἀντὶ μηδενὸς θῇς τοὺς ἐμοὺς λόγους καὶ ποιήσῃς με ὄνειδος ἐν τοῖς Ἰνδοῖς.