Ancient Greek
Section 122
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 122
Not analysed yet
Ταῦτα δὲ ὁ ἀπόστολος πράξας ὑπέστρεψεν εἰς τὸ δεσμωτήριον· εὗρεν δὲ τὰς πύλας ἀνεῳγμένας καὶ τοὺς φύλακας ἔτι καθεύδοντας. καὶ εἶπεν Θωμᾶς· Τίς ἐστιν κατὰ σὲ θεός; ὃς τὴν φιλοστοργίαν σου καὶ σπουδὴν ἀπ᾽ οὐδενὸς ἀπέχεις· τίς ὅμοιός σοι εὔσπλαγχνος; ὃς ἐκ τῶν κακῶν ἐρύσω τὰ σὰ κτήματα· ἡ ζωὴ ἡ τὸν θάνατον χειρωσαμένη· ἡ ἄνεσις ἡ τὸν πόνον ἐκκόψασα. δόξα τῷ ἐκ πατρὸς μονογενεῖ· δόξα τῷ εὐσπλάγχνῳ τῷ ἀποσταλέντι ἐκ σπλάγχνων. Εἰπόντος δὲ αὐτοῦ ταῦτα οἱ φύλακες διυπτνίσθησαν καὶ εἶδον πάσας τὰς θύρας ἀνεῳγμένας καὶ τοὺς ἐγκατακλείστους. καὶ ἔλεγον καθ᾽ ἑαυτούς· Οὐχ ἡμεῖς τὰς θύρας ἠσφαλισάμεθα; καὶ πῶς νῦν ἀνεῳγμέναι εἰσὶν καὶ οἱ δεσμῶται ἔνδον;