Ancient Greek · ~4 min
Section 123
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 123
Not analysed yet
Ὁ δὲ Χαρίσιος ἅμα ἕωθεν πρὸς τὴν Μυγδονίαν ἤρχετο· εὗρεν δὲ αὐτὰς εὐχομένας καὶ λεγούσας· Νέε θεὲ ὃς ἦλθες· διὰ τοῦ ξένου εἰς ἡμᾶς ὧδε· θεὲ ἐναπόκρυφε τῆς τῶν ἐν Ἰνδίᾳ οἰκητόρων· ὁ θεὸς ὁ δείξας τὴν σὴν δόξαν διὰ τοῦ ἀποστόλου σου Θωμᾶ· ὁ θεὸς οὗ τῆς φήμης ἀκούσασαι εἰς σὲ ἐπιστεύσαμεν· ὁ θεὸς πρὸς ὃν ἤλθομεν σωθῆναι· ὁ θεὸς ὁ διὰ φιλανθρωπίαν καὶ οἰκτιρμοὺς κατελθὼν πρὸς τὴν ἡμετέραν σμικρότητα· ὁ θεὸς ὁ ἐπιζητήσας ἡμᾶς ὅτε αὐτὸν ἠγνοοῦμεν· ὁ θεὸς ὁ τὰ ὕψη ἔχων καὶ τὰ βάθη μὴ λανθάνων· σὺ ἀπόστρεψον τὴν μανίαν Χαρισίου ἀφ᾽ ἡμῶν. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος πρὸς τὴν Μυγδονίαν λέγει· Δικαίως με κακὸν καὶ μαινόμενον καὶ αἰσχρὸν ἀποκαλεῖς· εἰ μὴ γὰρ ἠνεσχόμηντὸ ἀνυπότακτόν σου καὶ ἐλευθερίαν σοι ἐδωρησάμην, οὐκ ἂν ἐπεκαλέσω κατ᾽ ἐμοῦ καὶ τοῦ ὀνόματός μου ἐμνημόνευσας ἔμπροσθεν τοῦ θεοῦ. πίστευσον δέ μοι Μυγδονία ὅτι ἐπ᾽ ἐκείνῳ τῷ φαρμακῷ οὐδέν ἐστιν ὄφελος, καὶ ὅσα ἐπαγγέλλεται πράττειν οὐ δύναται. ἐγὼ δέ σοι πάντα κατ᾽ ὀφθαλμοὺς ποιῶ ἅπερ ὑπισχνοῦμαι, ἵνα πιστεύσῃς καὶ ἀνάσχῃ τῶν ἐμῶν λόγων καὶ γένῃ πρός με οἵαπερ ἦς τὸ πρίν.