Ancient Greek · ~2 min
Section 125
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 125
Not analysed yet
Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος ἀπῆλθεν πρὸς τὸν βασιλέα καὶ πάντα αὐτῷ ἀπήγγειλεν. ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν Ἰούδαν ἀχθῆναι, ἵνα αὐτὸν κρίνας ἀναλώσῃ. ὁ δὲ Χαρίσιος εἶπεν· Ἀνέχου τέως βασιλεῦ, λόγοις δὲ πρῶτον τὸν ἄνδρα πεῖσον φοβήσας ὅπως τὴν Μυγδονίαν πείσῃ γενέσθαι πρός με ὡς πρώην. Καὶ μεταπεμψάμενος ὁ Μισδαῖος ἤγαγεν τὸν ἀπόστολον τοῦ Χριστοῦ· πάντες δὲ ἐλυπήθησαν οἱ δεσμῶται ὅτι ἀνεχώρει ἀπ᾽ αὐτῶν ὁ ἀπόστολος· ἐπόθουν γὰρ αὐτὸν λέγοντες ὅτι Καὶ ταύτην τὴν παραμυθίαν ἣν εἴχομεν ἀφείλαντο ἀφ᾽ ἡμῶν.