Ancient Greek · ~5 min
Section 124
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 124
Not analysed yet
Καὶ προσελθὼν ἐδέετο πάλιν αὐτῆς λέγων· Ἑὰν σύ μοι πεισθῇς, οὐδεμία μοι λοιπὸν ἔσται λύπη. ὑπομνήσθητι τῆς ἡμέρας ἐκείνης ἧς ἐν πρώτοις μοι συνέτυχες· εἰπὲ τὸ ἀληθές· πότερον καλλίω σοι ἥμην κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἢ Ἰησοῦς κατὰ τοῦτον; Καὶ ἡ Μυγδονία εἶπεν· Ὁ καιρὸς ἐκεῖνος ἀπῄτει τὰ ἑαυτοῦ καὶ οὗτος τὰ ἴδια· ὁ καιρὸς ἐκεῖνος ἀρχῆς ἦν, οὗτος δὲ τέλους· ἐκεῖνος ὁ καιρὸς ἦν προσκαίρου ζωῆς. οὗτος δὲ αἰωνίου· ἐκεῖνος παρερχομένης ἦν ἡδονῆς, οὗτος δὲ διὰ παντὸς παραμόνου· ἐκεῖνος ἡμέρας καὶ νυκτός, οὗτος δὲ ἡμέρας χωρὶς νυκτός· εἶδες ἐκεῖνον τὸν παρελθόντα γάμον ὧδε καὶ μόνον, ὁ δὲ γάμος οὗτος εἰς τὸν αἰῶνα μένει· ἡ κοινωνία ἐκείνη διαφθορᾶς ἦν, αὕτη δὲ ζωῆς αἰωνίου· οἱ παράνυμφοι ἐκεῖνοι ἄνδρες εἰσὶν καὶ γυναῖκες πρόσκαιροι. οἱ δὲ νῦν εἰς τέλος παραμένουσιν· ἐκεῖνος ὁ γάμος ἐπὶ γῆς ἵστησιν φιλανθρωπίαν δροσίζων· ἐκεῖνος ὁ παστὸς λύεται πάλιν, οὗτος δὲ διὰ παντὸς μένει· ἐκείνη ἡ κλίνη πάρεσιν κατέστρωται, αὕτη δὲ στοργῇ τε καὶ πίστει· σὺ νυμφίος εἶ παριὼν καὶ λυόμενος, ὁ δὲ Ἰησοῦς νυμφίος ἐστὶν ἀληθινός, εἰς τὸν αἰῶνα παραμένων ἀθάνατος· ἐκεῖνο τὸ ἀνακαλυπτήριον χρήματα ἦν καὶ πέπλα παλαιούμενα, τοῦτο δὲ ζῶντες λόγοι μηδέποτε παρερχόμενοι.