Ancient Greek · ~4 min
Section 129
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 129
Not analysed yet
Καὶ ταῦτα τοῦ Θωμᾶ λέγοντος εἰς τὴν οἰκίαν εἰσελθόντες Χαρισίου κατέλαβον τὴν μὲν Μυγδονίαν καθημένην, τὴν δὲ Μαρκίαν πρὸς ἑαυτὴν ἑστηκυῖαν, ὑποβεβλημένην τὴν περὶ αὐτὴν χεῖρα πρὸς τὴν Μυγδονίαν· καὶ ἔλεγεν· Συντμηθείησαν ἐπ᾽ ἐμοὶ ὦ μήτηρ αἱ τῆς ζωῆς μου ὑπόλοιποι ἡμέραι, καὶ γένωνται αἱ πᾶσαι ὧραι ὡς μία ὥρα, καὶ μετασταίην ἐκ τοῦ βίου, ἵνα τάχιον ἀπελθοῦσα ἴδω τὸν ὡραῖον ἐκεῖνον, οὗ καὶ τῆς φήμης ἥκουσα, τὸν ζῶντα ἐκεῖνον καὶ ζωῆς δοτῆρα τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅπου οὔτε ἡμέρα καὶ νύξ ἐστιν, οὔτε φῶς καὶ σκότος, οὔτε ἀγαθὸς καὶ κακός, οὔτε πένης καὶ πλούσιος, ἄρρεν τε καὶ θῆλυ, οὐκ ἐλεύθερος καὶ δοῦλος, οὐχ ὑπερήφανος καὶ τοὺς ταπεινοὺς ὑποτάσσων. Ταῦτα δὲ αὐτῆς λεγούσης ὁ ἀπόστολος ἔστη πρὸς αὐτήν· καὶ παραχρῆμα ἀνέστη καὶ προσεκύνησεν αὐτῷ. τότε ὁ Χαρίσιος πρὸςαὐτὸν ἔφη· Ὁρᾷς πῶς δέδοικέν σε καὶ τιμᾷ καὶ πᾶν ὅ τι ἂν προστάξῃς ἑκοῦσα ποιεῖ;