Ancient Greek
Section 130
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 130
Not analysed yet
Ἐκείνου δὲ ταῦτα λέγοντος ὁ Ἰούδας τῇ Μυγδονίᾳ λέγει· Πείσθητι θυγάτηρ μου Μυγδονία οἷς λέγει ὁ ἀδελφὸς Χαρίσιος. Καὶ ἡ Μυγδονία λέγει· Εἰ σὺ λόγῳ τὸ πρᾶγμα οὐκ ἠδυνήθης, ἐμὲ ὑπομένειν τὸ ἔργον ἀναγκάζεις; ἐγὼ γὰρ ἤκουον παρὰ σοῦ ὅτι ἡ ζωὴ αὕτη χρησιμαία οὐκ ἔστιν, καὶ ἡ ἄνεσις αὕτη πρόσκαιρος, καὶ ταῦτα τὰ κτήματα ἀπαράμονά ἐστιν. ἔλεγες δὲ πάλιν ὅτι ταύτην ὁ ἀποστρεφόμενος τὴν ζωὴν δέξεται τὴν αἰωνίαν, καὶ ὁ μισῶν τὸ τῆς ἡμέρας καὶ νυκτὸς φῶς θεάσηται φῶς τὸ μὴ καταλαμβανόμενον, καὶ ὅτι ὁ ταῦτα παραβλέπων τὰ χρήματα εὑρήσει ἕτερα καὶ ἀίδια χρήματα· νῦν δὲ φοβούμενος τίς μεταβάλλει πράξας τι καὶ δοξασθεὶς ἐπὶ τῷ ἔργῳ; αὖθις αὐτὸ ἐκ θεμελίων κατέστρεψεν; τίς ἐν δαψιλαίῳ χώρῳ πηγὴν ὕδατος ἀνορύξας αὖθις κατέχωσεν ταύτην; τίς θησαυρὸν εὑρὼν οὐκ ἐχρήσατο τούτῳ; Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος εἶπεν· Ἐγὼ οὐ μιμήσομαι ὑμᾶς οὐδὲ ἐπειχθήσομαι καταφθεῖραι ὑμᾶς, οὔτε, ἐπειδήπερ ἔξεστίν μοι, δεσμῷ περιβαλῶ, καὶ οὐ συγχωρήσω σοι τῷ φαρμακῷ τούτῳ διαλεχθῆναι. καὶ ἐάν μοι πεισθῇς· οἴδα ὃ δεῖ με ποιῆσαι.