Ancient Greek · ~3 min
Section 132
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 132
Not analysed yet
Καὶ ἤρξατο λέγειν περὶ τοῦ βαπτίσματος· Τὸ βάτισμα τοῦτο ἁμαρτιῶν ἐστιν ἄφεσις · τοῦτο ἀναγεννᾷ φῶς περιεκχυνόμενον· τοῦτο ἀναγεννᾷ τὸν νέον ἄνθρωπον, τοὺς ἀνθρώπους μειγνύον πνεῦμα καινοῦν ψυχήν, ἀνιστῶν τρισσῶς καινὸν ἄνθρωπον, καί ἐστιν κοινωνὸν τῶν ἀμαρτιῶν ἀφέσεως. σοὶ δόξα τῷ ἀπορρήτῳ τῷ τῷ βαπτίσματι κοινωνούμενον· σοὶ δόξα ἡ ἐν τῷ βαπτίσματι ἀόρατος δύναμις· σοὶ δόξα ἀνακαινισμὸς δι᾽ οὗ ἀνακαινίζονται οἱ βαπτιζόμενοι οἱ μετὰ διαθέσεως σοῦ ἁπτόμενοι. Καὶ ταῦτα εἰπὼν ἔλαιον κατὰ τῆς κεφαλῆς αὐτῶν κατέχεεν καὶ εἶπεν· Σοὶ δόξα ἡ τῶν σπλάγχνων ἀγάπη· σοὶ δόξα τὸ τοῦΧριστοῦ ὄνομα· σοὶ δόξα ἡ ἐν Χριστῷ δύναμις ἱδρυμένη. Καὶ ἐκέλευσεν ἐνεχθῆναι σκάφην καὶ ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.