Ancient Greek
Section 131
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 131
Not analysed yet
Ὁ δὲ Ἰούδας ἐξελθὼν ἐκ τῆς Χαρισίου οἰκίας εἰς τὴν Σιφόρου οἰκίαν ἀπῄει· κἀκεῖ μετ᾽ αὐτοῦ ᾤκει. εἶπὲν δὲ ὁ Σιφώρ· Εὐτρεπίσω τῷ Ἰούδᾳ τρίκλινον ἐν ᾧ διδάσκει Καὶἐποίησεν οὕτως καὶ εἶπεν Σιφώρ· Ἐγώ τε καὶ ἡ ἐμὴ γυνὴ καὶ ἡ θυγάτηρ ἐν ἁγιωσύνῃ οἰκήσομεν λοιπόν, ἐν ἀγνείᾳ καὶ μιᾷ διαθέσει. δέομαί σου ἡμᾶς τὴν σφραγῖδα δέξασθαι παρὰ σοῦ, ἵνα γενώμεθα τῷ θεῷ τῷ ἀληθινῷ λάτραι καὶ ἐναρίθμιοι τοῖς αὐτοῦ ἀρνίοις καὶ ἀμνάσιν. Ὁ δὲ Ἰούδας λέγει· Φοβοῦμαι λέγειν ὅπερ ἐνθυμοῦμαι· οἶδα δέ τι, καὶ ὅπερ οἶδα ἐξαγορεύειν οὐχ οἷόν τέ μοι.