Ancient Greek
Section 148
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 148
Not analysed yet
μὴ αἴσθωνταί μου αἱ δυνάμεις καὶ οἱ ἐξουσιασταί, καὶ μηδὲν περὶ ἐμοῦ ἐνθυμηθῶσιν· μὴ ἰδόντες με οἱ τελῶναι καὶ οἱ ἀπαιτηταὶ ἐν ἐμοὶ πραγματεύσωνται. μή μου καταβοήσωσιν οἱ ἥττονες καὶ πονηροὶ καὶ ἀνδρείου καὶ ἐπιεικοῦς· καὶ ἀναβιβαζομένου μὴ ἀνανεύσωσιν ἔμπροσθέν μου στῆναι διὰ τὴν σὴν δύναμιν Ἰησοῦ τὴν περιστεφανοῦσάν με· φεύγουσιν γὰρ καὶ κρύπτονται· ἀντιβλέψαι σε οὐ δύνανται. αἰφνιδίως γὰρ ἐμπίπτουσιν τοῖς ὑπηκόοις αὐτῶν· ἡ δὲ μερὶς τῶν υἱῶν τοῦ πονηροῦ αὐτὴ βοῷ καὶ ἐλέγχει αὐτούς. ἀλλ᾽ οὔτε κρύπτεται ἐξ αὐτῶν· ἡ γὰρ φύσις αὐτῶν γνωρίζεται· ἀποχωρίζουσιν οἱ τοῦ πονηροῦ παῖδες. παράσχου οὖν μοι κύριε ἵνα ἐν ἡσυχίᾳ παρέλθω καὶ χαρᾷ καὶ εἰρήνῃ ὑπερβήσομαι καὶ στῶ ἔμπροσθεν τοῦ δικαστοῦ. καὶ ὁ διάβολός με μὴ ἐπίδῃ· οἱ ὀφθαλμοὶ αὐτοῦ πηρωθῶσιν διὰ τοῦ σοῦ φωτὸς οὗ ἐν ἐμοὶ κατεσκήνωσας· φιμώσῃς αὐτοῦ τὸ στόμα· οὐδὲν γὰρ κατ᾽ ἐμοῦ εὗρεν.