Ancient Greek · ~5 min
Section 147
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 147
Not analysed yet
τὴν ὀσφύν μου ἐν ἀληθείᾳ περιέσφιγξα καὶ τοῖς ποσί μου τὰ ὑποδήματα ἔδησα, ἵνα μὴ δι᾽ ὅλου χαυνωθέντα ἴδω αὐτά. τὰς χεῖράς μου ἐπέθηκα τῷ ἀρότρῳ τῷ ζευκτῳ καὶ εἰς τὰ ὀπίσω οὐκ ἀπεστράφην, ἵνα οἱ αὔλακες μὴ σκαμβασθῶσιν. ἐλεύκανεν ἡ ἄρουρα καὶ ἐπέστη ὁ θερισμός, ἱνα τὸν μισθόν μου ἀπολάβω. τὸ ἔνδυμά μου τὸ παλαιούμενον ἐπαλαίωσα καὶτὸν κάματον τῶν καμμάτων τὸν ἀγαγόντα με εἰς τὴν ἀνάπαυσιν ἐτέλεσα. ἐτήρησα τὴν πρώτην φυλακὴν καὶ τὴν δευτέραν καὶ τὴν τρίτην, ἵνα τὸ πρόσωπόν σου θεάσωμαι καὶ προσκυνήσω τὸ ἅγιόν σου ἀπαύγασμα. ἐξερίζωσα τοὺς χειρίστους καὶ ἐρήμους κατέλιπον ἐπὶ τῆς γῆς, ἵνα ἀπὸ τῶν σῶν θησαυρῶν ἐμπλησθῶ. τὴν ἐν ἐμοὶ πηγὴν κάθυγρον ἐξήρανα, ἵνα τὴν ἀνέκλειπτόν σου πηγὴν ζήσας ἀναπαῶ. τὸν δέσμιον ὅν μοι παρέδωκας ἐφόνευσα, ἵνα ὁ ἐν ἐμοὶ λελυμένος μὴ ἐκπέσῃ τῆς πεποιθήσεως αὐτοῦ. τὸν ἐντὸς ἐκτὸς πεποίηκα καὶ τὸ ἐκτός, καὶ πᾶν σου τὸ πλήρωμα ἐν ἐμοὶ ἐπληρώθη. εἰς τὰ ὀπίσω οὐχ ὑπέστρεψα, εἰς δὲ τὰ ἔμπροσθεν προέβην, ἴνα μὴ ὄνειδος γένωμαι. τὸν νεκρὸν ἐζωοποίησα καὶ τὸν ζῶντα ἐνίκησα καὶ τὸ ὑστερούμενον ἐπλήρωσα, ἵνα δέξωμαι τῆς νίκης τὸν στέφανον καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ ἐν ἐμοὶ τελεσθῇ. ὀνειδισμὸν ἐδεξάμην ἐπὶ τῆς γῆς, τὴν δὲ ἀμοιβὴν καὶ τὴν ἀντιμισθίαν δίδου μοι ἐν οὐρανοῖς.