Ancient Greek
Section 157
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 157
Not analysed yet
Οὕτως αὐτοῖς εὐξάμενος ὁ ἀπόστολος τῇ Μυγδονίᾳ εἶπεν· Ἀπόδυσόν σου τὰς ἀδελφάς. Ἣ δὲ ἀποδύσασα περιέζωσεν αὐτὰς περιζώματα καὶ προσήγαγεν αὐτάς· Οὐαζάνης δὲ πρότερον προσεληλύθει, κἀκεῖναι μετ᾽ αὐτόν. καὶ λαβὼν Ἰούδας ἔλαιον ἐν ἀργυρέῳ ποτηρίῳ ἐπέλεγεν οὕτως· Ὁ ὡραῖος καρπὸς τῶν ἄλλων καρπῶν, ᾧ οὐδεὶς συγκρίνεται ὅλως ἕτερος· ὁ πάνυ ἐλεήμων· ὁ τῇ τοῦ λόγου ὁρμῇ ζέων· δύναμις ἡ τοῦ ξύλου ἣν οἱ ἄνθρωποι ἐνδυόμενοι τοὺς ἑαυτῶν ἀντιπάλους νικῶσιν· ὁ στεφανῶν τοὺς νικῶντας· σύμβολον καὶ χαρὰ τῶν καμνόντων· ὁ εὐαγγελισάμενος τοῖς ἀνθρώποις τὴν ἑαυτῶν σωτηρίαν· ὁ δεικνὺς φῶς τοῖς ἐν σκότει· ὁ τὰ μὲν φύλλα πικρός, τὸν δὲ γλυκύτατον καρπὸν εὐειδής· ὁ τραχὺς μὲν τὴν θέαν, ἁπαλὸς δὲ τὴν γεῦσιν· ὁ ἀσθενὴς μὲν δοκῶν, τῇ δὲ τῆς δυνάμεως ὑπερβολῇ τὴν τὰ πάντα θεωροῦσαν βαστάζων δύναμιν· ταῦτα εἴπων περιωχείμας· Ἰησοῦ ἐλθέτω ἡ νικητικὴ αὐτοῦ δύναμις, καὶ ἐνιδρύσθω τῷ ἐλαίῳ τούτῳ ὥσπερ ἱδρύνθη ἐν τῷ συγγενεῖ αὐτοῦ ξύλῳ ἡ τότε αὐτοῦ δύναμις, ἧς τὸν λόγον οὐκ ἤνεγκαν οἱ σταυρώσαντές σε· ἐλθέτω δὴ καὶ ἡ δωρεὰ δι᾽ ἧς τοῖς ἐχθροῖς αὐτοῦ ἐμφυσήσας εἰς τὰ ὀπίσω ὑποχωρῆσαι ἐποίησας καὶ πρηνεῖς καταπεσεῖν, καὶ ἐπιδημῆσαι τῷ ἐλαίῳ τούτω ᾧ ἐπιφημίζομεν τὸ σὸν ἅγιον ὄνομα. Καὶ ταῦτα εἰπὼν πρῶτον τῇ κεφαλῇ Οὐαζάνου ἐπέχεεν, ἔπειτα ταῖς τῶν γυναικῶν, λέγων· Ἐν ὀνόματί σου Ἰησοῦ Χριστὲ γενέσθω ταῖς ψυχαῖς ταύταις εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ἀποτροπὴν τοῦ ἐναντίου καὶ εἰς σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Καὶ ἐκέλευσεν τῇ Μυγδονίᾳ ἀλεῖψαι αὐτάς, αὐτὸς δὲ ἤλειψεν τὸν Οὐαζάνην. ἀλείψας δὲ αὐτοὺς κατήγαγεν εἰς ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.