Ancient Greek
Section 156
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 156
Not analysed yet
Καὶ τότε ὁ Ἰούδας ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ ἑταῖρος καὶ σύμμαχος καὶ τῶν ἀσθενῶν ἐλπὶς καὶ πεποίθησις τῶν μετρίων· καταφυγὴ καὶ καταγώγιον τῶν κεκμηκότων· φωνὴ οὖν ἐξῆλθεν ἐξ ὕπνου· ὁ παρήγορος ὁ ἐν μέσῳκατοικῶν· καταγώγιον καὶ λιμὴν τῶν διιόντων ἀρχόντων χορῶν· ὁ ἰατρὸς ὁ ἄμισθος· ὁ ὑπὲρ πολλῶν παρὰ ἀνθρώποις σταυρωθείς· ὁ κατελθὼν εἰς ᾅδου μετὰ πολλῆς δυνάμεως· οὗ τὴν θέαν οὐκ ἤνεγκαν οἱ τοῦ θανάτου ἄρχοντες· καὶ ἀνῆλθες μετὰ πολλῆς δόξης, καὶ συναγαγὼν πάντας τοὺς εἰς σὲ καταφεύγοντας παρεσκεύασας ὁδόν, καὶ ἐπὶ τῶν ἰχνῶν σοῦ πάντες ὥδευσαν οὓς ἐλυτρώσω· καὶ εἰσαγαγὼν εἰς τὴν ἑαυτοῦ ποίμνην τοῖς σοῖς ἐγκατέμειξας προβάτοις· υἱὸς σπλάγχνων, ὁ κατὰ φιλανθρωπίαν ἀποσταλεὶς ἡμῖν υἱὸς ἀπὸ τῆς ἄνω πατρίδος τῆς τελείας· ὁ κύριος ἀπάντων κτημάτων· ὁ δουλεύων αὐτοῦ τοῖς δούλοις ἵνα ζήσωσιν· ὁ πληρώσας τὴν κτίσιν τοῦ ἑαυτοῦ πλούτου· ὁ πένης ὁ ἐνδεηθεὶς καὶ πεινάσας ἡμέρας τεσσαράκοντα· ὁ κορεννύων ψυχὰς διψώσας τῶν ἑαυτοῦ ἀγαθῶν· σὺ ἔσο μετὰ Οὐαζάνου υἱοῦ Μισδαίου καὶ Τερτίας καὶ Μνησάρας, καὶ συνάγαγε αὐτὰς εἰς τὴν σὴν μάνδραν, καὶ ἐγκαταμείγνυεαὐτοὺς τῷ σῷ ἀριθμῷ. ἔσο αὐτῶν ὁδηγὸς ἐν χώρᾳ πλάνης· ἔσο αὐτῶν ἰατρὸς ἐν χώρᾳ νοσήματος· ἔσο αὐτῶν ἀνάπαυσις ἐν χώρᾳ καμνόντων· ἁγίασον αὐτοὺς ἐν μιᾶς χώρας· ἔσο ἰατρὸς αὐτῶν σωμάτων καὶ ψυχῶν· ποίησον αὐτοὺς ναοὺς ἁγίους σου, καὶ οἰκείτω ἐν αὐτοῖς τὸ ἅγιόν σου πνεῦμα.