Ancient Greek · ~5 min
Section 163
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 163
Not analysed yet
Ὁ δὲ Μισδαῖος ἀπελθὼν εἰς τὸ δεσμωτήριον ἐκαθέσθη· μεταπεμψάμενος δὲ τὸν ἀπόστολον Θωμᾶν ἐκδύσας αὐτὸν ἔστησεν ἔμπροσθεν αὐτοῦ, καὶ λέγει αὐτῷ· Δοῦλος εἶ ἢ ἐλεύθερος; Θωμᾶς εἶπεν· Δοῦλός εἰμι ἑνὸς μόνου, οὗ σὺ ἐξουσίαν οὐκ ἔχεις. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Εἰς ταύτην τὴν χώραν πῶς φυγὼν ἐλήλυθας; Ὁ δὲ Θωμᾶς εἶπεν· Ἐπράθην παρὰ τοῦ δεσπότου μου ἐνθάδε, ἵνα πολλοὺς σῴσω καὶ διὰ τῶν σῶν χειρῶν μεταστῶ τοῦτον τὸν κόσμον. Ὁ δὲ Μισδαῖος εἶπεν· Τίς ἐστιν ὁ κύριός σου; καὶ τί τὸ ὄνομα αὐτοῦ; καὶ ποίας χώρας ἐστίν; Ὁ δὲ Θωμᾶς εἶπεν· Ὁ ἐμὸς κύριος δεσπότης σού ἐστιν καὶ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς. Ὁ δὲ Μισδαῖος λέγει· Τί τούτου τὸ ὄνομα; Λέγει ὁ Θωμᾶς· Οὐ δύνασαι τὸ ἀληθινὸν ὄνομα αὐτοῦ ἀκοῦσαι ἐν τῷ καιρῷ τούτῳ· τὸ δὲ δοθὲν αὐτῷ ὄνομα Ἰησοῦς Χριστός. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Ἐγὼ οὐκ ἐτάχυνα τοῦ ἀπολέσαι σε, ἀλλὰ μακροθυμίαν πρὸς σὲ πεποίηκα· σὺ δὲ τοῖς ἔργοις σου τοῖς πονηροῖς προσθήκην πεποίηκας, καὶ τὰ σὰ φάρμακα εἰς πᾶσαν τὴν χώραν διεδόθη καὶ ἠκούσθη. ἀλλὰ τοῦτο ποιῶ ἵνα τὰ φάρμακά σουσὺν σοὶ ἀπέλθῃ καὶ ἡ ἡμετέρα πατρὶς τούτων καθαρισθῇ. Λέγει πρὸς αὐτὸν ὁ θωμᾶς· Ταῦτα τὰ φάρμακα καὶ σὺν ἐμοὶ ἀπέρχεται ἐμοῦ ἐντεῦθεν ἐξορμῶντος, καὶ τοῦτο γίνωσκε ὅτι οὐδὲ τῶν ἐνθάδε ἀπολιμπάνομαι.