Ancient Greek · ~4 min
Section 162
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 162
Not analysed yet
Εὗρεν δὲ ὁ ἀπόστολος τοὺς φύλακας διαμαχομένους καὶ λέγοντας· Τί ἡμάρτομεν εἰς τοῦτον τὸν μάγον; ἠνέῳξεν γὰρ τὰς θύρας τῇ τέχνῃ αὐτοῦ τῇ μαγικῇ, καὶ ἠβουλήθη πάντας τοὺς κατακλείστους φυγαδεῦσαι. ἀλλ᾽ ἀπελθόντες ἀνενέγκωμεν τῷ βασιλεῖ, εἴπωμεν δὲ αὐτῷ περὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. Ταῦτα δὲ διαλογιζομένων αὐτῶν ὁ Θωμᾶς ἡσύχαζεν. ὀρθρίσαντες σὖν ἀπῄεσαν πρὸς τὸν βασιλέακαὶ ἔλεγον αὐτῷ· Κύριε ἡμῶν βασιλεῦ, τὸν φαρμακὸν ἐκεῖνον ἔκβαλε καὶ ἀλλαχοῦ αὐτὸν κατάκλειστον ποίησον. οὐ δυνάμεθα γὰρ αὐτὸν τηρεῖν· εἰ μὴ γὰρ ἡ σὴ τύχη τὸ δεσμωτήριον ἐφύλαξεν, ἐπεὶ πάντες ἂν οἱ κατάδικοι ἔφυγον. ἤδη γὰρ δεύτερον εὕρομεν τὰς θύρας ἀνεῳγμένας. ἀλλὰ καὶ ἡ γυνή σου ὦ βασιλεῦ καὶ ὁ υἱὸς καὶ οἱ λοιποὶ οὐκ ἀφίστανται ἀπ᾽ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἀπελθὼν εὗρεν τὰς ἐπικειμένας σφραγῖδας σῴας· κατεμάνθανε δὲ καὶ τὰς θύρας, καὶ ἔλεγεν τοῖς φύλαξι· Διὰ τί ψεύδεσθε; αἱ γὰρ σφραγῖδες σῷαί εἰσιν· πῶς εἴπατε ὅτι Τερτία καὶ Μυγδονία ἔρχονται πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον; Οἱ δὲ φύλακες εἶπον· Ἡμεῖς τὴν ἀλήθειαν εἴπομέν σοῖ.