Ancient Greek
Section 165
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 165
Not analysed yet
Οἱ δὲ ἄνθρωποι ἔτρεχον ὀπίσω τοῦ Θωμᾶ, θέλοντες αὐτὸν λυτρώσασθαι τοῦ θανάτου. ἀπῄεσαν δὲ δύο ἐκ δεξιῶν τοῦ ἀποστόλου καὶ δύο ἐξ εὐωνύμων δόρυ κρατοῦντες, ὁ δὲ ἔξαρχοςκατεῖχεν τῆς χειρὸς αὐτοῦ ὑποβαστάζων αὐτόν. ἔλεγεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὤ μυστήρια ἀπόκρυφα, ἅτινα ἕως τῆς ἐξόδου ἡμῶν ἐν ἡμῖν τελεῖται· ὢ πλοῦτος τῆς αὐτοῦ δόξης, ὃς οὐ συγχωρήσει ἡμῖν καταποθῆναι ἐν τῷ πάθει τοῦ σώματος. τέσσαρές εἰσιν οἱ καταβάλλοντες· ἐκ τεσσάρων γὰρ γεγένημαι· εἷς δὲ ὁ ἕλκων με· ἑνὸς γάρ εἰμι καὶ πρὸς αὐτὸν ἀπέρχομαι. καὶ τοῦτο νῦν μανθάνω, ὅτι ὁ κύριός μου καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐξ ἑνὸς ὢν ἐξ ἑνὸς ἐνύγη, ἐγὼ δὲ ἐκ τεσσάρων ὑπάρχων ἐκ τεσσάρων νύσσομαι.