Ancient Greek · ~2 min
Section 166
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 166
Not analysed yet
Ἀνελθὼν δὲ εἰς τὸ ὄρος ἐν ᾧ τόπῳ ἔμελλεν ἀναιδαίου, ῥεῖσθαι εἶπεν τοῖς κατέχουσιν αὐτὸν καὶ τοῖς λοιποῖς· Ἀδελφοί, καὶ νῦν μου ἀκούσατε ἐν τέλει· πρὸς γὰρ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος ἕστηκα. μὴ οὖν πηρωθῶσιν οἱ ὀφθαλμοὶ τῆς καρδίας ὑμῶν, μηδὲ τὰ ὦτα ὑμῶν κωφωθῶσιν. πιστεύσατε εἰς τὸν θεὸν ὃν κηρύσσω, καὶ μὴ ἑαυτοὺς ὁδηγήσητε ἐν τῇ σκληροκαρδίᾳ ὑμῶν, ἀλλὰ πολιτεύσατε ἐν πάσῃ ἐλευθερίᾳ ὑμῶν καὶ τῇ δόξῃ τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τῇ ζωῇ τῇ πρὸς τὸν θεόν.