Ancient Greek
Section 170
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 170
Not analysed yet
Συνέβη δὲ μετὰ πολὺν χρόνον ἓν τῶν τέκνων Μισδαίου τοῦ βασιλέως κρουσθῆναι ὑπὸ δαίμονος, καὶ οὐδεὶς αὐτὸν ἠδυνήθη θεραπεῦσαι· πάνυ γὰρ ἦν χαλεπὸς ὁ δαίμων. ἐνεθυμήθη δὲ Μισδαῖος ὁ βασιλεὺς καὶ εἶπεν· Ἀπελθὼν ἀνοίξω τὸν τάφον, καὶ ἄρας ὀστοῦν ἀπὸ τοῦ ἀποστόλου τοῦ θεοῦ κρεμάσω ἐπὶ τὸν υἱόν μου, καὶ θεραπευθήσεται. Ἐν ὅσῳ δὲ τοῦτο ὁ Μισδαῖος ἐνεθυμήθη, φανεὶς αὐτῷ ὁ ἀπόστολος Θωμᾶςεἶπεν αὐτῷ· Εἰς ζῶντα οὐκ ἐπίστευσας, καὶ εἰς νεκρὸν πιστεύεις; πλὴν μὴ φοβοῦ· σπλαγχνίζεται γὰρ εἰς σὲ καὶ ἐλεεῖ σε ὁ κύριός μου Ἰησοῦς Χριστὸς διὰ τὴν ἑαυτοῦ χρηστότητα. Ἀπελθὼν δὲ καὶ ἀνοίξας οὐχ εὗρεν ἐκεῖ τὸν ἀπόστολον· εἰς γὰρ τῶν ἀδελφῶν κλέψας αὐτὸν εἰς Μεσοποταμίαν ἀπήγαγεν. ἀπὸ δὲ τοῦ τόπου ἐκείνου ἔνθα τὰ ὀστᾶ τοῦ ἀποστόλου ἔκειτο χοῦν ὁ Μισδαῖος λαβὼν περιέθηκεν τῷ υἱῷ αὐτοῦ λέγων· Πιστεύω εἰς σὲ Ἰησοῦ Χριστὲ νῦν ὅτε κα νος ὁ ταράσσων τοὺς ἀνθρώπους καὶ ἀντικείμενος αὐτοῖς ἵνα μὴ ἴδωσίν σε. Καὶ κρεμάσαντος αὐτοῦ τῷ παιδὶ ὑγιὴς ὁ παῖς ἐγένετο. συνηθροίζετο οὖν καὶ Μισδαῖος ὁ βασιλεὺς μετὰ τῶν ἀδελφῶν καὶ ὑπέκλινεν τὴν κεφαλὴν αὐτοῦ ὑπὸ τὰς χεῖρας Σιφόρου τοῦ πρεσβυτέρου· ἔλεγεν δὲ τοῖς ἀδελφοῖς ὁ Σιφώρ· Εὔχεσθε ὑπὲρ Μισδαίου τοῦ βασιλέως ἵνα παρὰ Ἰησοῦ Χριστοῦ εὐσπλαγχνίαν δέξηται, καὶ ἀμνησικακήσῃ αὐτῷ. Πάντες οὖν ἐν συμφωνίᾳ χαίροντες εὐχὰς ἐποιοῦντο ὑπὲρ αὐτοῦ· ὁ δὲ φιλάνθρωπος δεσπότης ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευ ἔδωκεν καὶ Μισσδαίῳ τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ συνήγετο μετὰ τοῦ πλήθους τῶν πεπιστευκότων τῷ Χριστῷ, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὗ τὸ κράτος καὶ ἡ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.