Ancient Greek
Section 169
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 169
Not analysed yet
Σιφὼρ δὲ καὶ Ἰουζάνης οὐκ ἐβούλοντο κατιέναι εἰς τὴν πόλιν, ἀλλ᾽ ἐπαρεκαθέζοντο ὅλην τὴν ἡμέραν. ἐφάνη δὲ αὐτοῖς ὁ ἀπόστολος Θωμᾶς καὶ εἶπεν· Τὶ καθέζεσθε τηροῦντές με; οὐκ εἰμὶ ἐνθάδε, ἀλλ᾽ ἀνῆλθον καὶ ἀπέλαβον πάντα ἃ εὐηγγελίσθην. ἀλλ᾽ ἀναστάντες κατέλθετε ἐντεῦθεν· μετ᾽ ὀλίγον γὰρ χρόνον καὶ ὑμεῖς παρ᾽ ἐμοὶ συνάγεσθε. Μισδαῖος δὲ καὶ Χαρίσιος ἀπήνεγκαν Μυγδονίαν καὶ Τερτίαν, καὶπάνυ αὐτὰς ἔθλιψαν· αἳ δὲ οὐ συνεδόκησαν τῇ θελήσει αὐτῶν. ὁ δὲ ἀπόστολος ἀποκαλυφθεὶς αὐταῖς εἶπεν· Μὴ πλανηθῆτε· Ἰησοῦς ὁ ἅγιος, ὁ ζῶν, ἐν τάχει ὑμῖν τὴν βοήθειαν ἐξαποστελεῖ. Ὁ δὲ Μισδαῖος καὶ ὁ Χαρίσιος γνόντες ὅτι οὐ πείθονται αὐτοῖς ἥ τε Μυγδονία καὶ ἡ Τερτία συνεχώρησαν αὐτὰς τῷ ἰδίῳ θελήματι ζῆν. συνήγοντο δὲ οἱ ἀδελφοὶ καὶ ἠγαλλιῶντο ἐν τῇ χάριτι τοῦ ἁγίου πνεύματος. ὁ δὲ ἀπόστολος Θωμᾶς ἀπαλλαττόμενος τοῦ κόσμου τὸν μὲν Σιφόρα ἐποίησεν πρεσβύτερον, Ἰουζάνην δὲ διάκονον, ὅτε ἦλθεν ἐπὶ τὸὄρος ἐπὶ τὸ ἀποθανεῖν. ὁ δὲ κύριος συνήργει αὐτοῖς καὶ τῆς πίστεως αὐτῶν πρόθεσιν ἐποιεῖτο.