Ancient Greek · ~6 min
Section 25
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 25
Not analysed yet
Ὁ δὲ ἀπόστολος χαρᾶς ληφθεὶς εἶπεν· Ἐξομολογουμαί σοι κύριε Ἰησοῦ ὅτι ἀπεκάλυψάς σου τὴν ἀλήθειαν ἐν τοῖς ἀνθρώποις τούτοις· σὺ γὰρ εἶ μόνος θεὸς τῆς ἀληθείας, καὶ οὐχ ἕτερος· καὶ σὺ εἶ ὁ τὰ πάντα εἰδὼς τὰ τοῖς πολλοῖς ἄγνωστα· σὺ εἶ κύριε ὁ ἐν πᾶσι εὐσπλαγχνία καὶ φειδὼ ποιούμενος τοὺς ἀνθρώπους· οἱ γὰρ ἄνθρωποι διὰ τὴν πλάνην τὴν οὖσαν ἐν αὐτοῖς παρεῖδάν σε, σὺ δὲ οὐ παρεῖδες αὐτούς. καὶ νῦν αἰτουμένου μου καὶ ἱκετεύοντός σε δέξαι τὸν βασιλέα καὶ τὸν τούτου ἀδελφόν, καὶ κατάμειξον αὐτοὺς εἰς τὴν σὴν ποίμνην, καθαρίσας αὐτοὺς τῷ σῷ λουτρῷ καὶ ἀλείψας αὐτοὺς τῷ σῷ ἐλαίῳ ἀπὸ τῆς περιεχούσης αὐτοὺς πλάνης· φύλαξον δὲ αὐτοὺς καὶ ἀπὸ τῶν λύκων, φέρων αὐτοὺς ἐν τοῖς σοῖς λειμῶσι· πότισον δὲ αὐτοὺς ἀπὸ τῆς ἀμβροσιώδους σου πηγῆς τῆς μὴ τεθολωμένης μήτε ληγούσης· δέονται γάρ σου καὶ ἱκετεύουσιν καὶ βούλονται ὑπηρέται καὶ διάκονοί σου γενέσθαι, καὶ ἕνεκεν τούτου εὐδοκοῦσιν καὶ διωχθῆναι ὑπὸ τῶν ἐχθρῶν σουκαὶ διὰ σὲ ὑπ᾽ αὐτῶν μισηθῆναι καὶ ὑβρισθῆναι καὶ ἀποθανεῖν, ὡς καὶ σὺ ὑπὲρ ἡμῶν ταῦτα πάντα ἔπαθες, ἵνα ἡμᾶς περιποιήσῃ, κύριος ὢν καὶ ἀληθῶς ποιμὴν ἀγαθός. σὺ δὲ δὸς αὐτοῖς ἵνα ἔχωσιν ἐν σοὶ μόνῳ τὴν παρρησίαν καὶ τὴν παρὰ σοῦ βοήθειάν τε καὶ ἐλπίδα τῆς σωτηρίας αὐτῶν, ἧς ἐκδέχονται παρὰ σοῦ μόνου, καὶ ἵνα βεβαιωθῶσιν εἰς τὰ σα μυστήρια, καὶ δέξονται τῶν σῶν χαρισμάτων καὶ δομάτων τὰ τέλεια ἀγαθά, καὶ ἀνθήσουσιν ἐν τῇ σῇ διακονίᾳ, καὶ τελεσφορήσουσιν ἐν τῷ πατρί σου.