Ancient Greek · ~4 min
Section 24
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 24
Not analysed yet
Τότε ὁ βασιλεὺς εἰς ἐπίστασιν ἐλθὼν συνῆκεν περὶ τῶν διαφερόντων αὐτῷ καὶ μελλόντων αἰωνίων ἀγαθῶν, καὶ εἶπεν· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαί σοι οὐ δύναμαι, εὔχομαι δὲ εἰσελθεῖν εἰς αὐτὸ καὶ οἰκῆσαι καὶ καταξιωθῆναι τῶν οἰκητόρων αὐτοῦ· σὺ δὲ ἀληθῶς εἰ βούλει πρίασθαι τοιοῦτον πααλάτιον, ἰδοὺ ὁ ἅνθρωπος ζῇ καὶ κτίζει σοι ἐκείνου βέλτιον. Καὶεὐθέως πέμψας ἐξήγαγεν ἐκ τοῦ δεσμωτηρίου τὸν ἀπόστολον καὶ τὸν ἔμπορον τὸν ἐγκλεισθέντα σὺν αὐτῷ, λέγων· Δέομαί σου ὡς ἄνθρωπος δεόμενος τοῦ διακόνου τοῦ θεοῦ ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δεηθῇς ἐκείνου οὗ διάκονος ὑπάρχεις ἵνα μοι ἀφήσῃ καὶ παρίδῃ ἃ εἰς σὲ διεπραξάμην ἣ καὶ ἐνεθυμήθην διαπράξασθαι, καὶ ἄξιόν με γενέσθαι οἰκήτορα ἐκείνης τῆς οἰκήσεως ἧσπερ ἐγὼ μὲν οὐδὲν ἔκαμον, συ δέ μοι ἔκτισας μόνος καμών, συνεργούσης σοι τῆς χάριτος τοῦ θεοῦ σου, καὶ ἴνα γένωμαι ὑπηρέτης κἀγὼ καὶ δουλεύσω τῷ θεῷ τούτῳ ᾧ σὺ κηρύττεις. Καὶ ὁ ἀδελφὸς δὲ αὐτοῦ προσπεσὼν τῷ ἀποστόλῳ ἔλεγεν· Δέομαί σου καὶ |ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ σου ἵνα ἄξιος γένωμαι τῆς τούτου διακονίας καὶ ὑπηρεσίας, καὶ κληρωθῶ ἄξιος γενέσθαι τῶν ὀφθέντων μοι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.