Ancient Greek · ~6 min
Section 27
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 27
Not analysed yet
Καὶ ἀναστὰς ὁ ἀπόστολος ἐσφράγισεν αὐτούς· ἀπεκαλύφθη δὲ αὐτοῖς ὁ κύριος διὰ φωνῆς λέγων· Εἰρήνη ὑμῖν ἀδελφοί. Οἳ δὲ φωνῆς μόνον ἤκουσαν αὐτοῦ, τὸ δὲ εἶδος αὐτοῦ οὐκ εἶδον· οὐδέπω γὰρ ἦσαν δεξάμενοι τὸ ἐπισφράγισμα τῆς σφραγῖδος. λαβὼν δὲ ὁ ἀπόστολος τὸ ἔλαιον καὶ καταχέας ἐπὶ τῆς κεφαλῆς αὐτῶν καὶ ἀλείψας καὶ χρίσας αὐτοὺς ήρξατο λέγειν· Ἐλθὲ τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα· ἐλθὲ ἡ δύναμις τοῦ ὑψίστου καὶ ἡ εὐσπλαγχνία ἡ τελεία· ἐλθὲ τὸ χάρισμα τὸ ὕψιστον· ἐλθὲ ἡ μήτηρ ἡ εὔσπλαγχνος· ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος· ἐλθὲ ἡ τὰ μυστήρια ἀποκαλύπτουσα τὰ ἀπόκρυφα· ἐλθὲ ἡ μήτηρ τῶν ἑπτὰ οἴκων, ἵνα ἡ ἀνάπαυσίς σου εἰς τὸν ὄγδοον οἶκον γένηται. ἐλθὲ ὁ πρεσβύτερος τῶν πέντε μελῶν, νοὸς ἐννοίας φρονήσεως ἐνθυμήσεωςλογισμοῦ, κοινώνησον μετὰ τούτων τῶν νεωτέρων· ἐλθὲ τὸ ἅγιον πνεῦμα καὶ καθάρισον τοὺς νεφροὺς αὐτῶν καὶ τὴν καρδίαν, καὶ ἐπισφράγισον αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Καὶ σφραγισθέντων αὐτῶν ὤφθη αὐτοῖς νεανίας λαμπάδα ἀνημμένην κατέχων, ὡς καὶ τοὺς λύχνους αὐτοὺς τῇ τοῦ φωτὸς αὐτῆς προσβολῇ ἀμαυρωθῆναι. καὶ ἐξελθὼν ἀφανὴς αὐτοῖς ἐγένετο. εἶπεν δὲ ὁ ἀπόστολος πρὸς τὸν κύριον· Ἀχώρητον ἡμῖν κύριε τὸ φῶς σού ἐστιν, καὶ οὐ δυνάμεθα φέρειν αὐτό· μεῖζον γάρ ἐστιν τῆς ἡμετέρας ὄψεως. Αὔγους δὲ γενομένου καὶ διαφαύσαντος κλάσας ἄρτον κοινωνοὺς αὐτοὺς κατέστησεν τῆς εὐχαριστίας τοῦ Χριστοῦ. ἔχαιρον δὲ καὶ ἠγαλλιῶντο· πολλοὶ δὲ καὶ ἕτεροι πιστεύοντες προσετίθεντο καὶ ἤρχοντο εἰς τὸ καταφύγιον τοῦ σωτῆρος.