Ancient Greek · ~8 min
Section 28
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 28
Not analysed yet
Ὁ δὲ ἀπόστολος οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς· Ἄνδρες καὶ γυναῖκες, παῖδες καὶ κόραι, νεανίσκοι καὶ παρθένοι, ἀκμαῖοι καὶ γηραλέοι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, ἀπέχεσθε τῆς πορνείας καὶ τῆς πλεονεξίας καὶ τῆς ἐργασίας τῆς γαστρὸς· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις γίνεται πᾶσα ἀνομία. ἡ γὰρ πορνεία πηροῖ τὸν νοῦν καὶ τοὺς τῆς ψυχὴς ὀφθαλμοὺς σκοτίζει, καὶ ἐμπόδιον γίνεται τῆς τοῦ σώματος πολιτείας, εἰς ἀσθένειαν μετατιθεῖσα ὅλον τὸν ἄνθρωπον καὶ εἰς νόσον ἐμβάλλουσα ὅλον τὸ σῶμα. ἡ δὲ ἀπληστία εἰς φόβον καὶ αἰσχύνην καθίστησι τὴν ψυχήν, ἐντὸς τοῦ σώματος ὑπάρχουσα καὶ διαρπάζουσα τὰ ἀλλότρια καὶ ταύτην τὴν ὑποψίαν ἔχουσα, ἡ ἀποδιδοῦσα τὰ ἀλλότρια τοῖς δεσπόταις ᾐσχύνθη. ἡ δὲ ἐργασία τῆς κοιλίας εἰς φροντίδας καὶ μερίμνας καὶ λύπας ἐμβάλλει τὴν ψυχήν, τοῦτο μεριμνῶσα μὴ ἄρα ἐνδεὴς αὐτῶν γένηται καὶ τῶν πόρρωθεν τούτων ὄντων θεαθῇ. ἐπὰν οὖν ἀπαλλαγῆτε τούτων, γίνεσθε ἀφρόντιδες καὶ ἄλυποι καὶ ἄφοβοι, καὶ παραμένει ὑμῖν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος· Mὴ μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. Μνημονεύσατε κἀκείνου τοῦ λόγου τοῦ προειρημένου· Ἑμβλέψατε εἰς τοὺς κόρακας καὶ ἀφίδετεεἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρει οὔτε θερίζει οὔτε συνάγει εἰς τὰς ἀποθήκας, καὶ ὁ θεὸς οἰκονομεῖ αὐτά· πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι; Ἀλλὰ προσδέξασθε τὴν τούτου παρουσίαν, καὶ εἰς αὐτὸν τὰς ἐλπίδας ἔχετε, καὶ πιστεύετε τῷ ὀνόματι αὐτοῦ· οὗτος γάρ ἐστιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν, καὶ αὐτὸς ἀποδίδωσιν ἑνὶ ἑκάστῳ πρὸς τὰς πράξεις αὐτοῦ, καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ καὶ ἐπιφανείᾳ τῇ ὑστέρᾳ οὐκ ἔχει τις λόγον ἀπολογίας, μέλλων παρ᾽ αὐτοῦ κρίνεσθαι, ὡς μὴ ἀκούσας. οἱ γὰρ κήρυκες αὐτοῦ εἰς τὰ τέσσαρα κλίματα τῆς οἰκουμένης κηρύσσουσιν. μετάγνωτε οὖν καὶ πιστεύσατε τῇ ἐπαγγελίᾳ, καὶ δέξασθε ζυγὸν πρᾳότητος καὶ φορτίον ἐλαφρόν, ἵνα ζήσητε καὶ μὴ ἀποθάνητε. ταῦτα κτήσασθε, ταῦτα φυλάξατε· ἐξέλθετε ἀπὸ τοῦ σκότους, ἵνα τὸ φῶς ὑμᾶς προσδέξηται· ἔλθετε πρὸς τὸν ὄντως ἀγαθόν, ἵνα παρ᾽ αὐτοῦ τὴν χάριν δέξησθε, καὶ τὸ αὐτοῦ σημεῖον ἐγκαταθήσεσθε ταῖς ὑμετέραις ψυχαῖς.