Ancient Greek · ~5 min
Section 29
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 29
Not analysed yet
Ταῦτα εἰπόντος αὐτοῦ τινὲς τῶν παρεστώτων εἶπον αὐτῷ· Καιρός ἐστιν τοῦ τὸν χρεώστην ἀπολαβεῖν τὸ χρέος. Ὃ δὲ εἶπεν αὐτοῖς· Ὁ μὲν κύριος τοῦ χρέους ἀεὶ τὸ περισσὸν ἀπολαβεῖνβούλεται, ἡμεῖς δὲ τὸ δέον αὐτῷ δῶμεν. Καὶ εὐλογήσας αὐτοὺς ἔλαβεν ἄρτον καὶ ἔλαιον καὶ λάχανον καὶ ἅλας, καὶ εὐλογήσας ἔδωκεν αὐτοῖς· αὐτὸς δὲ παρέμεινεν τῇ ἑαυτοῦ νηστείᾳ, ἔμελλεν γὰρ ἡ κυριακὴ ἐπιφέειν. τῆς δὲ νυκτὸς ἐπιούσης καὶ καθεύδοντος αὐτοῦ ἐλθὼν ὁ κύριος ἔστη πρὸς τῇ κεφαλῇ αὐτοῦ λέγων· θωμᾶ, ἀναστὰς ὄρθρου, εὐλογήσας πάντας μετὰ τὴν εὐχὴν καὶ διακονίαν ἄπελθε κατὰ τὴν ἀνατολικὴν ὁδὸν μίλια δύο, καὶ ἐκεῖ δείξω ἐν σοὶ τὴν ἐμὴν δόξαν· δι᾽ ὃ γὰρ ἀπέρχει πολλοὶ πρόσφυγές μοι γενήσονται, καὶ ἐλέγξεις τὴν φύσιν καὶ τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀναστὰς δὲ ἀπὸ τοῦ ὕπνου ἔλεγεν τοῖς ἀδελφοῖς τοῖς οὖσιν μετ᾽ αὐτοῦ· Τέκνα καὶ ἀδελφοί, ὁ κύριος βούλεταί τί ποτε σήμερον δι᾽ ἐμοῦ διαπράξασθαι· ἀλλ᾽ εὐξώμεθα καὶ δεηθῶμεν αὐτοῦ ἵνα μηδέν τί ποτε ἐμπόδιον γένηται ἡμῖν πρὸς αὐτόν, ἀλλὰ ὡς πάντοτε καὶ νῦν κατὰ τὸ αὐτοῦ βούλημα καὶ θέλημα γένηται δι᾽ ἡμῶν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἐπέθηκεν αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς· καὶ κλάσας ἄρτον τῆς εὐχαριστίας ἔδωκεν αὐτοῖς εἰπών· Ἔσται ὑμῖν αὕτη ἡ εὐχαριστία εἰς εὐσπλαγχνίαν καὶ ἔλεος, καὶ μὴ εἰς κρίσιν καὶ ἀμοιβήν. Καὶ αὐτοὶ εἶπον Ἀμήν.