Ancient Greek · ~6 min
Section 33
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 33
Not analysed yet
Καὶ ταῦτα εἰπόντος τοῦ δράκοντος ἐκείνου παντὸς τοῦ ὄχλου κατακούοντος, ἐπάρας ὁ ἀπόστολος τὴν φωνὴν αὐτοῦ εἰς ὕψος εἶπεν· Παῦσαι λοιπὸν ἀναιδέστατε, καὶ αἰσχύνθητι νεκρούμενοςὅλος· ἔφθασεν γάρ σου τὸ τέλος τῆς ἀπωλείας· καὶ μὴ τόλμα λέγειν ἃ διεπράξω διὰ τῶν σοὶ ὑπηκόων γενολάγην μένων. κελεύω δέ σοι ἐν ὀνόματι τοῦ Ἰησοῦ ἐκείνου τοῦ μέχρι νῦν ἀγῶνα πρὸς ὑμᾶς ποιοῦντος διὰ τοὺς ἰδίους ἀνθρώπους, ἵνα τὸν ἰόν σου ὃν ἔβαλες εἰς τὸν ἄνδρα τοῦτον ἐκμυτάνειν ζήσῃς καὶ ἀνελκύσας λάβῃς ἐξ αὐτοῦ. Ὁ δὲ δράκων εἶπεν· Οὔπω ὁ καιρὸς ἔφθασεν τοῦ τέλους ἡμῶν, καθὼς εἶπας· τί με ἀναγκάζεις λαβεῖν ὃ εἰς τοῦτον κατέβαλον καὶ ἀποθανεῖν πρὸ καιροῦ; καὶ γὰρ ὁ ἐμὸς πατὴρ ἐπὰν ἀνιμήσηται καὶ ἐκμυζήσῃ ὃ ἐπέρριψεν τῇ κτίσει, τότε αὐτοῦ γίνεται τὸ τέλος. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῖξον οὖν ἤδη τὴν φύσιν τοῦ πατρός σου. Καὶ προσελθὼν ὁ δράκων ἐπέθηκεν τὸ στόμα ἐπὶ τὴν πληγὴν τοῦ νεανίσκου καὶ ἐξεμύζησεν τὴν χολὴν ἐξ αὐτοῦ. καὶ κατὰ βραχὺ μὲν ἡ χροιὰ τοῦ νεανίσκου, ὥσπερ πορφύρα οὖσα, ἐλευκαίνετο, ὁ δὲ δράκων ἐφυσᾶτο. ὅτε δὲ πᾶσαν τὴν χολὴν εἰς ἑαυτὸν ἀνέσπασεν ὁ δράκων, ὁ νεώτερος ἀναπηδήσας ἔστη, καὶ δραμὼν πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἔπεσεν. ὁ δὲ δράκων φυσηθεὶς ἐλάκησεν καὶ ἀπέθανεν, καὶ ἐξεχύθη αὐτοῦ ὁ ἰὸς καὶ ἡ χολή· ἐν δὲ τῷ τόπῳ οὗ ὁ ἰὸς αὐτοῦ ἐξεχύθη χάσμα ἐγένετο μέγα, καὶ κατεπόθη ὁ δράκων ἐκεῖνος. εἶπεν δὲ ὁ ἀπόστολος τῷ βασιλεῖ καὶ τῷ ἀδελφῷ αὐτοῦ· Βάλετε ἐργάτας καὶ ἀναπληρώσατε τὸν τόπον ἐκεῖνον, καὶ θέτε θεμελίους καὶ οἴκους οἰκοδομήσατε ἐπάνω, ἵνα οἴκησις γένηται τοῖς ξένοις.